446
ἀναγκαζόμεθα ταῦτα εὐσεβῶς περὶ αὐτοῦ φρονεῖν τε καὶ λέγειν, κἄν τε μὴ ᾖ γεγραμμένον. οὕτως τὸ περὶ τοῦ ὁμοουσίου ἀναγκαζόμεθα λέγειν, εἰ καὶ μὴ ἦν γεγραμμένον, κατὰ τὴν ἰδίαν γλῶσσαν μετὰ στενωπῆς τῶν λόγων, εἰ καὶ δόξειεν τοῦτο εἶναι ὑπὲρ ἡμᾶς καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὸ περὶ θεοῦ διαλέγεσθαι. ἀλλ' ὅμως αὐτὸς ὁ κύριος συγγνωμονήσειεν ἡμῖν, βουλομένοις οὐχ ὑπὲρ θεότητος ἀπολογεῖσθαι, τῆς ἀνενδεοῦς οὔσης τῆς ἡμῶν συστάσεως· ἀλλὰ δεῖ εὐσεβῶς λέγειν καὶ εὐσεβῶς νοεῖν, ἵνα μὴ ἀπολώμεθα. 73. Τοίνυν ἀποκρίθητε ἡμῖν οἱ τοῦ Ἀρείου μαθηταί· ἀγέννητον λέγομεν πάντες ὁμοῦ τὸν πατέρα καὶ ἄκτιστον, καὶ θαυμαστὴ ἡ λέξις δηλονότι· ποῦ τοίνυν γέγραπται τοῦτο; δείξατε τὸν τόπον. οὔτε γὰρ νόμος εἴρηκεν οὔτε προφῆται οὔτε εὐαγγέλιον οὔτε ἀπόστολοι. εἰ τοίνυν εὐσεβῶς λέγομεν λέξιν μὴ γεγραμμένην καὶ ἐστὶν ἀποδεκτὴ ὑπὲρ δόξης θεοῦ λεγομένη, τίς ἡμῖν ἐγκαλέσειεν, εἰ μὴν καὶ μὴ ἦν τὸ ὁμοούσιον γεγραμμένον· εὑρόντων ἡμῶν λόγον, δι' οὗ λόγου δυνησόμεθα τὸ ἀσφαλὲς ὁμολογῆσαι τῆς ἡμῶν σωτηρίας; ἀλλ' εἰσὶ μαρτυρίαι μετὰ καὶ τοῦ εὐσεβοῦς λογισμοῦ, αἵ τε προτεταγμέναι καὶ ἄλλαι πλείους. παρελεύσομαι δὲ καὶ ταύτην τὴν λέξιν, καὶ τὰς ἄλλας αὐτῶν τοῦ δελεασμοῦ κατὰ τῶν ἀκεραίων λεγομένας ἐν θεῷ ἀναξανῶ ῥήσεις τε καὶ ἐπινοίας. 74. Λέγουσι γὰρ πάλιν οἱ αὐτοὶ μετὰ πασῶν, ὧν ἀπὸ τοῦ ἀποστόλου καὶ τῶν εὐαγγελίων κατὰ τὸν νοῦν αὐτῶν παραφθείρουσι κακῶς ὑπονοοῦντες λέξεις, καὶ ταύτην εἰς μέσον φέροντες ἀπὸ τοῦ ἀποστόλου, ὡς εἴρηται ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, ἐν τῷ περὶ νεκρῶν ἀναστάσεως κεφαλαίῳ, ὡς καθεξῆς φησιν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». 3.222 ἐπιλαμβάνονται τοίνυν τοῦ ῥητοῦ καὶ τῷ ἔθει τῆς αὐτῶν ἔχθρας πρὸς τὸν μονογενῆ ἀνασκευάζοντες τὴν αὐτοῦ ἄφραστον καὶ ἔνδοξον θεότητα, ὡς καὶ πολλάκις εἶπον, ἀνοίᾳ φερόμενοι, καὶ φασίν· ὁρᾷς ὅτι λέγει «εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. τὸ δὲ δεῖ καὶ ἄχρι καὶ ὅταν παραδιδῷ τὴν βασιλείαν χρόνου ἐστὶν ὁρισμός.» καὶ βλασφημοῦντές φασι, παύσεως καὶ καταλύσεως τοῦ βασιλεύοντός ἐστι ταῦτα δηλωτικά, * ἕως οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. καὶ οὐκ ἴσασιν ἐξ ὑπαρχῆς τὸν νοῦν τῆς ἀληθείας, ὅτι διὰ τὸ μετεσχηκέναι τὸν μονογενῆ σαρκὸς καὶ αἵματος τὰ ἀνθρωποπαθῆ περὶ αὐτοῦ καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προσληπτικὰ τῆς δόξης ᾄδεται καὶ λέγεται, ἀλλ' οὐκ ἐκτὸς τῆς τελείας ἀεὶ καὶ ἐνδόξου αὐτοῦ θεότητος τῆς μηδὲν ἐνδεομένης προσλαβέσθαι δόξαν, ἐχούσης δὲ τὸ αὐτοδεδοξασμένον καὶ τὸ αὐτοτέλειον· ὡς αὐτὸς περὶ τῶν δύο ἀπολογεῖται μερῶν, φάσκων περὶ μὲν τοῦ προσφάτου «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ πατὴρ τῶν δύο σχέσεων ἀπαγγέλλων τὴν δόξαν, περὶ μὲν τῆς πρώτης κατὰ τὸ πνεῦμα, «ὅτι ἐδόξασα», ἵνα δείξῃ τὸ ἀόριστον, περὶ δὲ τοῦ προσφάτου διὰ τὴν ἔνσαρκον παρουσίαν, ὅτι «καὶ πάλιν δοξάσω»· 75. ἵνα καὶ ἐνταῦθα τὸ σαφὲς ἀποδειχθείη περὶ ὧν καὶ ὁ ἀπόστολος εἴρηκε, περὶ αὐτοῦ διττῶς τὴν ἀλήθειαν ὑποτιθέμενος *, καὶ τὸ «ἄχρις οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», διὰ τὴν ἀπὸ χρόνου ἀρχὴν γενομένην ἐνσάρκου παρουσίας. ἡ γὰρ θεότης τοῦ μονογενοῦς ἦν ἀεὶ σὺν πατρί, ὅπερ ἐστὶ μονογενὴς θεὸς λόγος ἐκ πατρὸς προελθὼν ἀνάρχως καὶ ἀχρόνως.