590
γραφῇ εἰρημένον ὅτι «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου». ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ' ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ' οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ'οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ' οὗ Σαμαρειτισμός, καὶ Χριστιανισμός, ἀφ' οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ' αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης. 11. Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει καὶ ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης καὶ ἤδη δὲ τῶν πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης· νῦν δὲ πρώτην οὖσαν * καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τῆς αὐτοῦ παρουσίας, ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ καιρῷ ὑφ' ἡμῶν ἐγκωμιαζομένη. δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσμασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι. ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους 3.496 παρέλθωμεν λόγους, δεῖξαι θέλοντες πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ καὶ νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «πέτρα στερεά, ἐφ' ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν». ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσάμενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, δοξάζοντες πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. 1. Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχιδῆ τῶν σκολιῶν βουλευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα καὶ πρὸς εἶδος καὶ γένος διελόντες φροῦδα καὶ ἕωλα δυνάμει θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τῶν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις τῶν ζητημάτων * πάντη ἐπιλυσάμενοι καὶ τὴν τούτων μοχθηρίαν ὑπερβεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθαλάττιον διαπεράσαντες καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ ὡς εἰπεῖν καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν