1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ- πθ ὅτι ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀφ' οὗ ἀνῆλθεν ἐκάθισε· ἀλλὰ καὶ ὅτι κληθησόμεθα Χριστιανοί-[πρὸ τούτου- α ὅτι καὶ ἡ μετώπου σημείσωσις τοῦ σταυροῦ προκατηγγέλετο- β ὅτι τὸ ἐν Χριστῷ βάπτισμα προκατηγγέλλετο- γ ὅτι προκατηγγέλλετο ἡ δευτέρα παρουσία- δ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται- ε ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται- ὅτι οἱ οὐρανοὶ εἰλίσονται- ζ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος- η ὅτι φονεύσει πολλούς- θ ὅτι τότε καιρὸς θλίψεως- ρ ὅτι καὶ μετ' αὐτὸν καὶ πὼς ὁ Χριστός- ρα ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται- ρβ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας- 1.t α ὅτι πρὸ αἰώνων ὁ υἱὸς γεγέννηται- 1.1 ∆αυιδ ὁ μέγας πρῶτος λέγει ἐν τῷ ρθ ψαλμῷ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. 1.2 Καὶ ἡ Σοφια δὲ ὁμοίως λέγει· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. 1.3 Καὶ ∆αυιδ αὖθις λέγει ἐν οα ψαλμῷ· Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. 2.t β ὅτι συνῆν τῷ πατρί-

2.1 Μωυσης λέγει ἐν τῇ κτίσει τοῦ κόσμου· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. 3.t γ ὅτι συνκτίστης- 3.1 Ἡ Σοφια λέγει· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον· καὶ ἡνίκα ἐπ' ἀνέμων ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανόν· καὶ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. 3.2 Καὶ ∆αυιδ ἐν τῷ λβ ψαλμῷ λέγει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. 3.3 Καὶ πάλιν ἡ Σοφια λέγει· Εἶδα τὰ ἔργα σου παροῦσα, ὅτε ἐποίεις τὸν κόσμον. 4.t δ ὅτι ἀπεστάλη- 4.1 Ησαϊας οὕτως λέγει· Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνοὴν τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ὁ κάλεσάς σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλῆς, καθημένους ἐν σκότει. 4.2 Καὶ Μαλαχιας λέγει· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐπιβλέψεται ὁδόν. 4.3 Καὶ πάλιν· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. 4.4 Καὶ ∆αυιδ ἐν τῷ ρ ψαλμῷ λέγει· Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς. 5.t ε ὅτι ἥξει- 5.1 Ιακωβ λέγει· Οὐκ ἐκλείψει ἄρχων ἐκ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκίαν ἐθνῶν. 5.2 Μωυσης λέγει· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν αὐτοῦ ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα· καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται εἰς τὸν αἰῶνα. 5.3 Καὶ Ωσηε λέγει· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν· καὶ ἥξει ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ. 5.4 Καὶ Αμμως λέγει· Ἐν τῇ ἡμέρα ἐκείνῃ ἀναστήσει τὴν σκηνὴν ∆αυιδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσει τὰ πεπρωκότα αὐτῆς. 5.5 Μιχαιας λέγει· Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, ἐκ Σιων ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ. 5.6 Καὶ Ιωηλ λέγει· Κύριος ἐκ Σιων ἀνακεκράξεται, καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτοῦ. 5.7 Καὶ πάλιν· Γνώσεσθε ὅτι Κύριος ὁ Θεὸς ἡμῶν, καὶ κατασκηνώσει ἐν ὄρει ἁγίῳ αὐτοῦ. 5.8 Καὶ πάλιν· Κύριος κατασκηνώσει ἐν Σιων. 5.9 Αβδιου λέγει· Ἐν τῷ ὄρει Σιων ἔσται σωτηρία· ἐγγὺς γὰρ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. 5.10 Ὁ δὲ Ιωνας ἀρκέσει τὸν τύπον τοῦ θανάτου δῆλον. 5.11 Καὶ Ναουμ λέγει· Χρηστὸς ὁ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος παντοκράτωρ. 5.12 Καὶ Αβακουμ· Ἀνατελεῖ εἰς πέρας καὶ εἰς καιρόν· καὶ ἐὰν ὑστερήσει ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ χρονίσῃ. 5.13 Καὶ πάλιν· Ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσει. 5.14 Καὶ ὅτι Ὁ Θεὸς ἀπὸ Θαιμαν ἥξει. 5.15 Καὶ Σοφονιας λέγει· Χαῖρε σφόδρα, θύγατερ Σιων, κήρυσσε θύγατερ Ιερουσαλημ·