1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ, καὶ θραύσει τοὺς δυνατοὺς Μωαβ. 5.42 Καὶ ∆ανιηλ λέγει· Ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο. 5.43 Καὶ ∆αυιδ λέγει· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. 5.44 Καὶ πάλιν· Ὁ αὐτὸς ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. 5.45 Καὶ πάλιν· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλον σου. 5.46 Καὶ πάλιν· Ἔκλινεν οὐρανοὺς καὶ κατέβη. 5.47 Καὶ πάλιν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιων. 5.48 Καὶ πάλιν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. 5.49 Καὶ πάλιν· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. 5.50 Καὶ πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. 5.51 Καὶ πάλιν· Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν. 5.52 Καὶ πάλιν· Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 5.53 Καὶ πάλιν· Εἴδοσαν πάντες οἱ λαοὶ τὸ σωτηρίαν τοῦ Θεοῦ ἡμῶν; 5.54 Σολομων λέγει· Εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων. 6.t ὅτι ὤφθη, καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος-

6.1 Ιερεμιας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ δέδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ' αὐτόν. 6.2 Καὶ πάλιν· Ἀνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; 6.3 Καὶ πάλιν· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 6.4 Καὶ ∆αυιδ λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε. 6.5 Καὶ πάλιν· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6.6 Ωσηε λέγει· Σάρξ μου ἐξ αὐτῶν· τί σε διαθῶ Εφραϊμ; ὑπερασπίσω σου Ισραηλ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος. 6.7 Ησαϊας λέγει· Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. 6.8 Καὶ πάλιν· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. 6.9 Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. 7.t ζ ὅτι ἐκ σπέρματος ∆αυιδ ὁ Κύριος- 7.1 ∆αυιδ ἐν τῷ πη ψαλμῷ λέγει· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυιδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ. 7.2 Καὶ πάλιν· Ὤμοσε Κύριος τῷ ∆αυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. 7.3 Καὶ πάλιν· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. 7.4 Καὶ Ησαϊας λέγει· θήσω τὴν βασιλείαν αὐτοῦ ἐπὶ τὸν θρόνον ∆αυιδ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν δικαιο σύνῃ καὶ κρίματι. 7.5 Καὶ πάλιν Ιερεμιας· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ισραηλ καὶ Ιουδας κατασκηνώσει ἐπ' αὐτόν. 8.t η ὅτι ἐκ παρθένου- 8.1 Ησαϊας ὁ μέγας καὶ ἔνδοξος πρῶτος βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουηλ, ὁ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ Θεός. 9.t θ ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον- 9.1 Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς ἀλλὰ Κύριος ὁ Θεὸς μόνος, καὶ εἰσελεύσεται καὶ καθίεται, ὅτι αὐτός ἐστιν ὁ ἡγούμενος, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας ὄπισθεν αὐτοῦ, καὶ ἔσται ἡ πύλη κεκλεισμένη εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 10.t ι ὅτι ἡ μήτρα πύλη- 10.1 Ιωβ λέγει· ∆ιὰ τί οὐ συνέκλεισάς μοι πύλας γαστρὸς μητρός μου; 11.t ια ὅτι ἀνωδίνως ἡ παρθένος γεννήσει- 11.1 Ησαϊας βοᾷ λέγων· Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τῶν πόνων τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. 12.t ιβ ὅτι ἐχρίσθη- 12.1 ∆αυιδ λέγει ἐν τῷ μδ ψαλμῷ· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τὸν μετόχους σου. 12.2 Καὶ Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ