1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. 92.2 Καὶ πάλιν τρανώτερον· Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταληφθὲν τοῦ Ισραηλ ἐν Σιων, καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ, ὅτι ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων καὶ τὸ αἷμα Ιερουσαλημ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Μαρτυρεῖ καὶ τὸ κατὰ νόμον δὲ τῶν Ἰουδαίων βάπτισμα. 93.t γ ὅτι προκατηγγέλετο ἡ δευτέρα παρουσία- 93.1 Μαλαχιας λέγει· Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύσεται ὡς πῦρ χωνευτηρίου καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων. 93.2 Καὶ πάλιν λέγει· Προσάξω ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματι μου ἐπὶ ψεύδη. 94.t δ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται- 94.1 ∆αυιδ ἐν τῷ ε ψαλμῷ λέγει· Κρινεῖ Κύριος τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 94.2 Καὶ Ιωηλ λέγει· Ἐγὼ ἥξω πάντα τὰ ἔθνη καὶ διακριθήσομαι πρὸς αὐτούς. Καὶ ἔσται ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ. 94.3 Καὶ πάλιν λέγει· Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί. 94.4 Καὶ πάλιν λέγει· Ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. 94.5 Καὶ ∆ανιηλ λέγει· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος. 94.6 Καὶ ∆αυιδ ἐν τῷ β ψαλμῷ λέγει· Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 94.7 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ οε ψαλμῷ λέγει· Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστήναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς· ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. 95.t ε ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται- 95.1 Ιωηλ λέγει· ∆ώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· καὶ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 95.2 Καὶ πάλιν λέγει· Πάρεστιν ἡ ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. 95.3 Καὶ ὁ Ἐκκλησιαστὴς λέγει· Εὐφραίνου, νεανίσκε, ἐκ νεότητός σου, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου, ἕως οὗ μὴ σκοτασθῇ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. 96.t ὅτι οἱ οὐρανοὶ εἰλίσονται- 96.1 Ησαϊας λέγει· Καὶ εἰλισθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. 96.2 Καὶ ὁ ∆αυιδ ἐν τῷ ρα ψαλμῷ λέγει· Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτούς, καὶ ἀλλαγή σονται. 96.3 Καὶ πάλιν Ησαϊας λέγει· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 97.t ζ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος- 97.1 ∆ανιηλ λέγει· Ὀπίσω τούτων ἀναστήσεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν· καὶ λόγους πρὸ τὸν ὕψιστον λαλήσει. η ὅτι φονεύσει πολλούς- 98.1 ∆ανιηλ λέγει· Ἐθεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. 99.t θ ὅτι τότε καιρὸς θλίψεως- 99.1 ∆ανιηλ λέγει· Ἔσται τότε καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν τότε ἐν ἀνθρώποις. 100.t ρ ὅτι μετ' αὐτὸν καὶ πὼς ὁ Χριστός- 100.1 Ζαχαριας λέγει· Ὄψονται τὸν υἱὸν