1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν· καὶ κόψονται φυλαὶ κατὰ φυλάς. 100.2 Καὶ ∆αυιδ ἐν τῷ μθ ψαλμῷ λέγει· Ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. 101.t ρα ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται- 101.1 Ησαϊας λέγει· Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ συναγάγων οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. 102.t ρβ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας- 102.1 ∆ανιηλ λέγει· Ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. 102.2 Καὶ ∆αυιδ ἐν τῷ μδ ψαλμῷ λέγει· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 102.3 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρα λέγει· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.