1

1

Tractatus contra eos qui imagines faciunt

Λόγος τοῦ ἁγίου ̓Επιφανίου κατὰ τῶν ἐπιτηδευόντων ποιεῖν εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου καὶ τῶν

μαρτύρων, ετι δὲ καὶ ἀγγέλων καὶ προφητῶν.

1 τὸν τοῖχον κονιάσαντες χρώμασι διηλλαγμένοις τὰς εἰκόνας ἀνετύπωσαν. 2 οτι δή, φασί, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶ τιμὴν αὐτῶν. 3 ψευδωνύμους 4 πόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλλου γραφῆς οστεα καὶ νεῦρα ἐνηρμοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ην λέγειν συνέσεως. 5 οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν οτι ἀντὶ τοῦ τιμᾶν, πλέον αὐτοὺς ἀτιμάζουσιν.

Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. 6 «οιδαμεν γάρ», φησὶν ̓Ιωάννης, «οτι οταν φανερωθῇ, ομοιοι αὐτῷ ἐσόμεθα», καὶ Παῦλος τοὺς ἁγίους «συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ» ἐκήρυξεν· πῶς ουν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· «εσονται γάρ, φησίν, ὡς αγγελοι θεοῦ». 7 πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοῦς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον»; 8 λέγω δὲ οτι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι.

9 «Ορα μή· σύνδουλος γάρ σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ιησοῦ. τῷ θεῷ, φησίν, προσκύνησον». 10 ἀλλ' οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. καὶ γὰρ οτε εὐαγγελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ηθελον, ἀλλὰ τὸν αὐτοὺς ἀποστείλαντα Χριστόν. ὁ γὰρ ἐξουσίαν παρ' αὐτοῦ λαβὼν δεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ελεγε Κορνηλίῳ οτι «ὁμοιοπαθής εἰμι κατὰ σὲ ανθρωπος», καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυνεῖσθαι ἀλλὰ τὸν σωτῆρα Χριστόν.

11 περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες- πάντως γὰρ οτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν-λέγουσιν· «ειτις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα εστω· οτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν καὶ εἰδωλολατρείᾳ προσελήλυθε». 12 πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ον οὐκ ισχυσε Μωυσῆς ἀτενίσαι; 13 φασίν τινες οτι ἐπειδὴ τέλειος ανθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διὰ τοῦτο ανθρωπον αὐτὸν ποιοῦμεν. 14 καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ινα τὸν ἀκατάληπτον δι' ου τὰ πάντα ἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς; 15 οὐκοῦν οὐκ εστιν ομοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς; 16 ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ομοιον αὐτῷ καὶ προσκυνεῖν καὶ ὁρᾶν; 17 αυτη ἡ διάταξις τοῦ πονηροῦ ἐστιν, ινα καταφρονήσῃς θεοῦ. 18 ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶς λέγων· «κύριον τὸν θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».