βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν. <ΠΟΡΦΥΡΙΟΣ>. Πορφυρίῳ Τύρος μὲν ἦν πατρίς, ἡ πρώτη τῶν ἀρχαίων Φοινίκων πόλις, καὶ πατέρες δὲ οὐκ ἄσημοι. 4.1.2 τυχὼν δὲ τῆς προσηκούσης παιδείας, ἀνά τε ἔδραμε τοσοῦτον καὶ ἐπέδωκεν, ὡς-Λογγίνου μὲν ἦν ἀκροατής-καὶ 4.1.3 ἐκόσμει τὸν διδάσκαλον ἐντὸς ὀλίγου χρόνου. Λογγῖνος δὲ κατὰ τὸν χρόνον ἐκεῖνον βιβλιοθήκη τις ἦν ἔμψυχος καὶ περιπατοῦν μουσεῖον, καὶ κρίνειν γε τοὺς παλαιοὺς ἐπετέτακτο, καθάπερ πρὸ ἐκείνου πολλοί τινες ἕτεροι, καὶ ὁ 4.1.4 ἐκ Καρίας ∆ιονύσιος πάντων ἀριδηλότερος. Μάλχος δὲ κατὰ τὴν Σύρων πόλιν ὁ Πορφύριος ἐκαλεῖτο τὰ πρῶτα (τοῦτο δὲ δύναται βασιλέα λέγειν)· Πορφύριον δὲ αὐτὸν ὠνόμασε Λογγῖνος, ἐς τὸ βασιλικὸν τῆς ἐσθῆτος παράσημον τὴν προσηγορίαν ἀποτρέψας. παρ' ἐκείνῳ δὴ τὴν ἄκραν ἐπαιδεύετο παιδείαν, γραμματικῆς τε εἰς ἄκρον ἁπάσης, ὥσπερ ἐκεῖνος, ἀφικόμενος καὶ ῥητορικῆς· πλὴν ὅσον οὐκ ἐπ' ἐκείνην 4.1.5 ἔνευσε, φιλοσοφίας γε πᾶν εἶδος ἐκματτόμενος. ἦν γὰρ ὁ Λογγῖνος μακρῷ τῶν τότε ἀνδρῶν τὰ πάντα ἄριστος, καὶ τῶν βιβλίων τε αὐτοῦ πολὺ πλῆθος φέρεται, καὶ τὸ φερόμενον θαυμάζεται. καὶ εἴ τις κατέγνω τινὸς τῶν παλαιῶν, οὐ τὸ δοξασθὲν ἐκράτει πρότερον ἀλλ' ἡ Λογγίνου πάντως 4.1.6 ἐκράτει κρίσις. οὕτω δὲ ἀχθεὶς τὴν πρώτην παιδείαν καὶ ὑπὸ πάντων ἀποβλεπόμενος, τὴν μεγίστην Ῥώμην ἰδεῖν ἐπιθυμήσας, ἵνα κατάσχῃ διὰ σοφίας τὴν πόλιν, ἐπειδὴ τάχιστα εἰς αὐτὴν ἀφίκετο καὶ τῷ μεγίστῳ Πλωτίνῳ συνῆλθεν εἰς ὁμιλίαν, πάντων ἐπελάθετο τῶν ἄλλων, καὶ προσέθετο 4.1.7 φέρων ἑαυτὸν ἐκείνῳ. ἀκορέστως δὲ τῆς παιδείας ἐμφορούμενος καὶ τῶν πηγαίων ἐκείνων καὶ τεθειασμένων λόγων, χρόνον μέν τινα εἰς τὴν ἀκρόασιν ἤρκεσεν, ὡς αὐτός φησιν, εἶτα ὑπὸ τοῦ μεγέθους τῶν λόγων νικώμενος, τό τε σῶμα καὶ τὸ ἄνθρωπος εἶναι ἐμίσησεν, καὶ διαπλεύσας εἰς Σικελίαν τὸν πορθμὸν τὴν Χάρυβδιν, ᾗπερ Ὀδυσσεὺς ἀναπλεῦσαι λέγεται, πόλιν μὲν οὔτε ἰδεῖν ὑπέμεινεν, οὔτε ἀνθρώπων ἀκοῦσαι φωνῆς (οὕτω τὸ λυπούμενον αὐτῶν καὶ ἡδόμενον ἀπέθετο), συντείνας δὲ ἐπὶ Λιλύβαιον ἑαυτὸν (τὸ δέ ἐστι τῶν τριῶν ἀκρωτηρίων τῆς Σικελίας τὸ πρὸς Λιβύην ἀνατεῖνον καὶ ὁρῶν), ἔκειτο καταστένων καὶ ἀποκαρτερῶν, τροφήν 4.1.8 τε οὐ προσιέμενος, καὶ ἀνθρώπων ἀλεείνων πάτον. οὐδ' ἀλαοσκοπιὴν ὁ μέγας εἶχε Πλωτῖνος ἐπὶ τούτοις, ἀλλὰ κατὰ πόδας ἑπόμενος <καὶ ἀνιχνεύων> ἢ τὸν πεφευγότα νεανί σκον ἀναζητῶν, ἐπιτυγχάνει κειμένῳ, καὶ λόγων τε πρὸς αὐτὸν εὐπόρησεν τὴν ψυχὴν ἀνακαλουμένων ἄρτι διΐπτασθαι τοῦ σώματος μέλλουσαν, καὶ τὸ σῶμα ἔρρωσεν ἐς κατοχὴν 4.1.9 τῆς ψυχῆς. καὶ ὁ μὲν ἔμπνους τε ἦν καὶ διανίστατο, ὁ δὲ τοὺς ῥηθέντας λόγους εἰς βιβλίον κατέθετο τῶν γεγραμμένων. τῶν δὲ φιλοσόφων τὰ ἀπόρρητα καλυπτόντων ἀσαφείᾳ, καθάπερ τῶν ποιητῶν τοῖς μύθοις, ὁ Πορφύριος τὸ φάρμακον τῆς σαφηνείας ἐπαινέσας καὶ διὰ πείρας γευσάμε4.1.10 νος, ὑπόμνημα γράψας εἰς φῶς ἤγαγεν. αὐτὸς μὲν οὖν ἐπὶ τὴν Ῥώμην ἐπανῆλθε, καὶ τῆς περὶ λόγους εἴχετο σπουδῆς ὥστε παρῄει καὶ εἰς τὸ δημόσιον κατ' ἐπίδειξιν· τὸ δὲ Πορφυρίου κλέος εἰς Πλωτῖνον πᾶσα μὲν ἀγορά, πᾶσα δὲ πληθὺς ἀνέφερεν. ὁ μὲν γὰρ Πλωτῖνος τῷ τε τῆς ψυχῆς οὐρανίῳ καὶ τῷ λοξῷ καὶ αἰνιγματώδει τῶν λόγων βαρὺς 4.1.11 ἐδόκει καὶ δυσήκοος· ὁ δὲ Πορφύριος, ὥσπερ Ἑρμαϊκή τις σειρὰ καὶ πρὸς ἀνθρώπους ἐπινεύουσα, διὰ ποικίλης παιδείας πάντα εἰς τὸ εὔγνωστον καὶ καθαρὸν ἐξήγγελλεν. αὐτὸς μὲν οὖν φησι (νέος δὲ ὢν ἴσως ταῦτα ἔγραφεν, ὡς 4.1.12 ἔοικεν), ἐπιτυχεῖν χρηστηρίῳ μηδενὶ τῶν δημοσίων· ἐν δὲ αὐτῷ τῷ βιβλίῳ καταγράφει,