Vitae sophistarum

 ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλ

 βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν. <ΠΟΡΦΥΡΙΟΣ

 καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβα

 ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν

 χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων, ἐπὶ τὴν ἐχομέ

 κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, α

 ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν,

 δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. <καὶ> προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδ

 ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς 6.4.4 γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βι

 εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, π

 τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, κα

 ἐστιν, ὦ τέκνον; ἡ δὲ ἐπισχοῦσα μικρόν, ἀλλὰ νῦν γε ἔφη συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμε

 ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, ἀνίστω φησίν ὦ

 ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς 6.10.6 φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖ

 ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ

 ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρ

 αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει· καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνο

 αὐτῷ δῶρα <καὶ> θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε7.3.10 πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ'

 ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον. 7.4.8 Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑά

 πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος,

 γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχί

 τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι· 8.1.6 ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς

 τῶν δημοσίων θεάτρων 9.1.6 εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς

 (ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος α

 ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου π

 γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα 10.3.2 διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον

 διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ10.3.17 λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον.

 μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς καὶ ἕτερον αἰτήσω βαρύτερον, εἶτα κελευ10.5.2 σθέντος εἰπεῖν, κροτείτω με φησί μηδὲ εἷς. ὡς δὲ καὶ το

 ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι, 10.6.4 πρὸς τὴν Ἑλλάδα ἔσπευσε. κα

 ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ10.7.2 σὸν

 ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν. 10.8.1 Ἰουλιανοῦ δὲ βασιλεύοντος, <ἐν> τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν

 φάσκουσιν. ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ' ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτ

 Λιβανίῳ 16.1.10 καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρ

 τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ π

 παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ. 21.1.2 προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου 21.1.3

 ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόμ

 ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα 23.2.2 ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιο

 παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων· 23.3.7 οὕτως οὔτε τὰς

 παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήμ

 ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα23.6.2 σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπό

ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ προσεκαλινδοῦντο τοῖς ὀστοῖς καὶ κρείττους ὑπελάμβανον 6.11.9 εἶναι μολυνόμενοι πρὸς τοῖς τάφοις. μάρτυρες γοῦν ἐκαλοῦντο καὶ διάκονοί τινες καὶ πρέσβεις τῶν αἰτήσεων παρὰ τῶν θεῶν, ἀνδράποδα δεδουλευκότα κακῶς, καὶ μάστιξι καταδεδαπανημένα, καὶ τὰς τῆς μοχθηρίας ὠτειλὰς ἐν τοῖς 6.11.10 εἰδώλοις φέροντα· ἀλλ' ὅμως ἡ γῆ φέρει τούτους τοὺς θεούς. τοῦτο γοῦν εἰς μεγάλην πρόνοιαν καὶ <εὐστοχίαν> Ἀντωνίνου συνετέλεσεν, ὅτι πρὸς ἅπαντας ἔφασκεν τὰ 6.11.11 ἱερὰ τάφους γενήσεσθαι· (ὥσπερ που καὶ Ἰάμβλιχος ὁ μέγας-ὅπερ ἐν τοῖς κατ' ἐκεῖνον παραλελοίπαμεν-ἀνδρός τινος Αἰγυπτίου τὸν Ἀπόλλω καλέσαντος, τοῦ δὲ ἐλθόντος, καὶ καταπλαγέντων τὴν ὄψιν τῶν παρόντων, "παύσασθε," εἶπεν "ἑταῖροι, θαυμάζοντες· μονομαχήσαντος γὰρ ἀνδρός ἐστιν εἴδωλον·" οὕτως ἕτερόν τί ἐστιν τῷ νῷ θεωρεῖν καὶ τοῖς τοῦ σώματος ἀπατηλοῖς ὄμμασιν. ἀλλ' Ἰάμβλιχος μὲν τὰ παρόντα δεινά, Ἀντωνῖνος δὲ τὰ μέλλοντα προεῖδεν· καὶ τοῦτό γε αὐτοῦ μόνον ἀσθέ6.11.12 νειαν φέρει). ἄλυπον δὲ αὐτῷ τὸ τέλος εἰς γῆρας ἄνοσον ἀφικομένῳ καὶ βαθύ, καὶ λυπηρὸν τοῖς νοῦν ἔχουσι τὸ προεγνωσμένον ἐκείνῳ τῶν ἱερῶν τέλος. ΜΑΞΙΜΟΣ. Μαξίμου καὶ πρότερον ἐμνήσθημεν, καὶ ὁ ταῦτα γράφων οὐκ ἦν ἀθέατος τοῦ ἀνδρός, ἀλλὰ νέος ἔτι γηραιῷ συνετύγχανεν καὶ φωνῆς τε ἤκουσεν, οἵας ἄν τις ἤκουσε τῆς Ὁμηρικῆς Ἀθηνᾶς ἢ τοῦ Ἀπόλλωνος. τῷδὲ καὶ πτηναὶ μέν τινες ἦσαν αἱ τῶν ὀμμάτων κόραι, πολιὸν δὲ καθεῖτο γένειον, τὰς δὲ ὁρμὰς τῆς ψυχῆς διεδήλου τὰ 7.1.2 ὄμματα. καὶ ἁρμονία γέ τις ἐπῆν καὶ ἀκούοντι καὶ ὁρῶντι, καὶ δι' ἀμφοῖν τῶν αἰσθήσεων ὁ συνὼν ἐπλήττετο, οὔτε τὴν ὀξυκινησίαν φέρων τῶν ὀμμάτων, οὔτε τὸν δρόμον τῶν 7.1.3 λόγων. ἀλλ' οὐδὲ εἴ τις τῶν ἐμπειροτάτων πάνυ καὶ δεινῶν διελέγετο πρὸς αὐτόν, ἀντιλέγειν ἐτόλμα, ἀλλ' ἡσυχῆ παραδόντες αὑτούς, τοῖς λεγομένοις ὥσπερ ἐκ τριπόδων εἵποντο· τοσαύτη τις ἀφροδίτη τοῖς χείλεσιν ἐπεκάθητο. 7.1.4 ἦν μὲν οὖν τῶν εὖ γεγονότων, καὶ πλοῦτος ἁδρότερος ὑπῆν αὐτῷ, ἀδελφοὺς δὲ εἶχε γνησίους, οὓς ἐκώλυεν εἶναι πρώτους αὐτὸς ὤν, Κλαυδιανόν τε τὸν καταλαβόντα τὴν Ἀλεξάνδρειαν κἀκεῖ παιδεύσαντα, καὶ Νυμφιδιανὸν τὸν ἐν Σμύρνῃ περιφανῶς σοφιστεύσαντα. 7.1.5 Ἦν δὲ ὁ ἀνὴρ οὗτος τῶν διαπλησθέντων τῆς Αἰδεσίου σοφίας. Ἰουλιανοῦ δὲ τοῦ βασιλεύσαντος ἠξιώθη γενέσθαι διδάσκαλος. οὗτος, πάντων ἀνῃρημένων ὑπὸ τοῦ Κωνσταντίου (ταῦτα δὲ ἐν τοῖς κατὰ Ἰουλιανὸν ἀκριβέστερον γέγραπται), καὶ ψιλωθέντος τοῦ γένους Ἰουλιανοῦ, περιελείφθη 7.1.6 μόνος, δι' ἡλικίαν περιφρονηθεὶς καὶ πρᾳότητα. εὐνοῦχοι δὲ αὐτὸν ὅμως ἀμφεπόλευον βασιλικοὶ καὶ παραφυλακαί τινες ἦσαν, ὅπως εἴη χριστιανὸς βέβαιος· ὁ δὲ καὶ πρὸς ταῦτα τὸ 7.1.7 μέγεθος τῆς φύσεως ἐπεδείκνυτο. πάντα γοῦν οὕτω διὰ στόματος εἶχε τὰ βιβλία, ὥστε ἠγανάκτουν ἐκεῖνοι πρὸς τὴν βραχύτητα τῆς παιδείας, ὡς καὶ οὐκ ἔχοντες ὅ τι διδάξουσι 7.1.8 τὸ παιδίον. ὡς δὲ οὔτε ἐκεῖνοι παιδεύειν εἶχον, οὔτε Ἰουλιανὸς μανθάνειν, ἐξῄτησαν τὸν ἀνεψιὸν ἐπιτραπῆναί οἱ καὶ ῥητορικῶν ἀκροάσασθαι καὶ φιλοσόφων λόγων. ὁ δέ, θεοῦ νεύ σαντος, ἐπέτρεψεν, περὶ τὰ βιβλία πλανᾶσθαι βουλόμενος αὐτὸν καὶ ἀργεῖν μᾶλλον ἢ τοῦ γένους καὶ τῆς βασιλείας 7.1.9 ὑπομιμνήσκεσθαι. τοῦτο δὲ ἐπιτραπὲν αὐτῷ, πανταχοῦ βαθέων καὶ βαρυτάτων ὑποκειμένων κτημάτων, μετὰ βασιλικῆς ὑπονοίας καὶ δορυφορίας περιεφοίτα, καὶ διέστειχεν ὅπῃ βούλοιτο. καὶ δὴ καὶ εἰς τὸ Πέργαμον ἀφικνεῖται κατὰ 7.1.10 κλέος τῆς Αἰδεσίου σοφίας. ὁ δὲ ἤδη μὲν εἰς μακρόν τι γῆρας