Vitae sophistarum

 ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλ

 βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν. <ΠΟΡΦΥΡΙΟΣ

 καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβα

 ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν

 χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων, ἐπὶ τὴν ἐχομέ

 κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, α

 ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν,

 δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. <καὶ> προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδ

 ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς 6.4.4 γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βι

 εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, π

 τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, κα

 ἐστιν, ὦ τέκνον; ἡ δὲ ἐπισχοῦσα μικρόν, ἀλλὰ νῦν γε ἔφη συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμε

 ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, ἀνίστω φησίν ὦ

 ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς 6.10.6 φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖ

 ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ

 ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρ

 αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει· καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνο

 αὐτῷ δῶρα <καὶ> θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε7.3.10 πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ'

 ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον. 7.4.8 Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑά

 πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος,

 γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχί

 τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι· 8.1.6 ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς

 τῶν δημοσίων θεάτρων 9.1.6 εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς

 (ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος α

 ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου π

 γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα 10.3.2 διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον

 διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ10.3.17 λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον.

 μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς καὶ ἕτερον αἰτήσω βαρύτερον, εἶτα κελευ10.5.2 σθέντος εἰπεῖν, κροτείτω με φησί μηδὲ εἷς. ὡς δὲ καὶ το

 ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι, 10.6.4 πρὸς τὴν Ἑλλάδα ἔσπευσε. κα

 ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ10.7.2 σὸν

 ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν. 10.8.1 Ἰουλιανοῦ δὲ βασιλεύοντος, <ἐν> τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν

 φάσκουσιν. ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ' ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτ

 Λιβανίῳ 16.1.10 καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρ

 τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ π

 παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ. 21.1.2 προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου 21.1.3

 ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόμ

 ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα 23.2.2 ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιο

 παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων· 23.3.7 οὕτως οὔτε τὰς

 παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήμ

 ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα23.6.2 σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπό

τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι· 8.1.6 ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς ἀσυφήλους αὐτοὺς ἑώρα, καὶ δι' ἀγερωχίαν τῶν δογμάτων ὑπέρφρονας, καὶ τὰ πτερὰ μακρότερα καὶ ἁπαλώτερα τοῦ Ἰκαρίου, καταβιβάζων αὐτοὺς οὐκ ἐπὶ τὸν πόντον, ἀλλ' ἐπὶ τὴν γῆν καὶ 8.1.7 τὸ ἀνθρώπινον. αὐτὸς ὁ ταῦτα διδάσκων λαχανόπωλίν τε ἀπαντήσας ἡδέως ἂν εἶδε, καὶ τὴν πορείαν ἐπιστήσας προσεφθέγξατο, καὶ περὶ τιμῆς ἂν διειλέχθη πρὸς αὐτήν, ὅτι πολὺ τὸ καπηλεῖον ἐργάζεται, καὶ ἅμα διῄει τὴν γεωργίαν τοῦ λαχάνου πρὸς αὐτήν. καὶ πρὸς ὑφάντην τοιοῦτον ἄν τι 8.1.8 ἐποίησεν ἕτερον, καὶ πρὸς χαλκέα καὶ τέκτονα. οἱ μὲν οὖν σωφρονέστεροι τῶν ἑταίρων ἐξεπαιδεύοντο ταῦτα, καὶ μάλιστα Χρυσάνθιος, καὶ εἴ τις ἦν ἐκείνης τῆς διατριβῆς Χρυσανθίῳ παραπλήσιος. 8.1.9 Μόνος δὲ ὁ Πρίσκος οὐδὲ παρόντος ἐφείδετο τοῦ διδασκόλου, ἀλλὰ προδότην τε αὐτὸν ἐκάλει τοῦ τῆς φιλοσοφίας ἀξιώματος, καὶ ἄνθρωπον λογάρια εἰδότα, κρείττονα μὲν πρὸς ψυχῆς ἀναγωγήν, οὐ φυλαττόμενα δὲ ἐπὶ τῶν ἔργων. 8.1.10 ἀλλ' ὅμως τοιοῦτος ὤν, καὶ μετὰ τὴν Ἰουλιανοῦ βασιλείαν ἀμώμητος ἔμεινε, καὶ πολλούς τε νεωτερισμοὺς ἐνεγκὼν κορυβαντιώντων ἐπὶ σοφίᾳ μειρακίων, καὶ ἐπὶ πᾶσι τὸ βαθὺ διαφυλάττων ἦθος, καὶ γελῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, τοῖς τῆς Ἑλλάδος ἱεροῖς, εἰς μακρόν τι γῆρας ἀνύσας, ὅς γε 8.1.11 ἦν ὑπὲρ τὰ ἐνενήκοντα, συναπώλετο· πολλῶν καὶ ἄλλων ἐν τῷδε τῷ χρόνῳ τῶν μὲν διὰ λύπην προϊεμένων τὸν βίον, οἱ δὲ καὶ ὑπὸ τῶν βαρβάρων κατεκόπτοντο· ἐν οἷς Προτέριός τε ἦν τις ἐκ Κεφαληνίας τῆς νήσου, καὶ ἐμαρτυρεῖτο καλὸς 8.2.1 καὶ ἀγαθὸς εἶναι. Ἱλάριον δὲ καὶ ὁ ταῦτα γράφων ἠπίστατο, ἄνδρα Βιθυνὸν μὲν τὸ γένος, Ἀθήνησι δὲ καταγηράσαντα, πρὸς δὲ τῷ καθαρῷ τῆς ἄλλης παιδείας, κατὰ γραφικὴν οὕτω φιλοσοφήσαντα, ὥστε οὐκ ἐτεθνήκει ἐν ταῖς ἐκείνου χερσὶν ὁ 8.2.2 Εὐφράνωρ. καὶ ὁ ταῦτα γράφων διὰ τοῦτο αὐτὸν <τὸ ἐν> εἴδεσι καλὸν ἐθαύμαζεν καὶ ὑπερηγάπα. ἀλλ' ὅμως καὶ Ἱλάριος τῶν ἀπολαυσάντων ἦν τῆς κοινῆς συμφορᾶς, ἔξω μὲν εὑρεθεὶς τῶν Ἀθηνῶν (πλησίον γάρ που Κορίνθου διέτριβεν) 8.2.3 κατακοπεὶς δὲ παρὰ τῶν βαρβάρων ἅμα τοῖς οἰκέταις. καὶ ταῦτα μὲν ἐν τοῖς διεξοδικοῖς, ἐὰν τῷ δαίμονι δόξῃ, γραφήσεται, οὐ τὸ καθ' ἕκαστον ἔχοντα, ἀλλὰ τὸ κοινὸν ἐκεῖ σαφέ8.2.4 στερον λελέξεται· νυνὶ δὲ ὅσον ἐπέβαλεν τὸ καθ' ἕκαστον ἱκανῶς ἐς ἀφήγησιν εἴρηται. ἸΟΥΛΙΑΝΟΣ. Ἰουλιανὸς δὲ ὁ ἐκ Καππαδοκίας σοφιστὴς εἰς τοὺς Αἰδεσίου χρόνους ἤκμαζεν καὶ ἐτυράννει γε τῶν Ἀθηνῶν, καὶ παρὰ τοῦτον ἡ πᾶσα νεότης πανταχόθεν ἐχώρει, ῥητορικῆς ἕνεκεν τὸν ἄνδρα καὶ μεγέθους φύσεως σεβαζόμενοι. ἦσαν μὲν γὰρ καὶ κατὰ ταὐτὸν ἕτεροί τινες παραψαύοντες τοῦ καλοῦ, καὶ πρὸς τὴν ἐκείνου δόξαν διαιρόμενοι, Ἀψίνης τε ὁ ἐκ Λακεδαίμονος, δόξαν ἔχων τεχνικοῦ τινος, καὶ Ἐπάγαθος, καὶ τοιαύτη τις ὀνομάτων χορηγία· 9.1.2 ὁ δὲ τῷ μεγέθει τῆς φύσεως ἁπάντων κατεκράτει, καὶ τὸ ἔλαττον μακρῷ τινι ἦν ἔλαττον. ὁμιληταὶ δὲ αὐτοῦ πολλοὶ μὲν καὶ πανταχόθεν, ὡς εἰπεῖν, καὶ πανταχῆ διασπαρέντες, 9.1.3 καὶ θαυμασθέντες ὅπου ποτὲ ἱδρύθησαν· ἀπόλεκτοι δὲ τῶν ἄλλων ἁπάντων ὅ τε θειότατος Προαιρέσιος, καὶ Ἡφαιστίων, Ἐπιφάνιός τε ὁ ἐκ Συρίας, καὶ ∆ιόφαντος ὁ Ἀράβιος. Τουσκιανοῦ δὲ μνησθῆναι καλόν, καὶ γὰρ οὗτος ἐκείνου μετέσχε τῆς ὁμιλίας, ἀλλὰ τούτου μὲν καὶ ἐν τοῖς κατὰ Ἰουλιανὸν 9.1.4 ἐμνήσθημεν διεξοδικοῖς. Ἰουλιανοῦ δὲ καὶ τὴν οἰκίαν ὁ συγγραφεὺς Ἀθήνησιν ἑώρα, μικρὰν μὲν καὶ εὐτελῆ τινα, Ἑρμοῦ δὲ ὅμως καὶ Μουσῶν περιπνέουσαν, οὕτως ἱεροῦ τινος ἁγίου διέφερεν οὐδέν· Προαιρεσίῳ δὲ αὐτὴν καταλελοίπει. 9.1.5 καὶ εἰκόνες δὲ τῶν ὑπ' αὐτοῦ θαυμασθέντων ἑταίρων ἀνέκειντο, καὶ τὸ θέατρον ἦν ξεστοῦ λίθου,