Vitae sophistarum

 ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλ

 βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν. <ΠΟΡΦΥΡΙΟΣ

 καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβα

 ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν

 χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων, ἐπὶ τὴν ἐχομέ

 κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, α

 ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν,

 δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. <καὶ> προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδ

 ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς 6.4.4 γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βι

 εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, π

 τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, κα

 ἐστιν, ὦ τέκνον; ἡ δὲ ἐπισχοῦσα μικρόν, ἀλλὰ νῦν γε ἔφη συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμε

 ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, ἀνίστω φησίν ὦ

 ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς 6.10.6 φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖ

 ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ

 ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρ

 αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει· καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνο

 αὐτῷ δῶρα <καὶ> θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε7.3.10 πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ'

 ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον. 7.4.8 Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑά

 πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος,

 γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχί

 τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι· 8.1.6 ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς

 τῶν δημοσίων θεάτρων 9.1.6 εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς

 (ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος α

 ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου π

 γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα 10.3.2 διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον

 διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ10.3.17 λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον.

 μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς καὶ ἕτερον αἰτήσω βαρύτερον, εἶτα κελευ10.5.2 σθέντος εἰπεῖν, κροτείτω με φησί μηδὲ εἷς. ὡς δὲ καὶ το

 ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι, 10.6.4 πρὸς τὴν Ἑλλάδα ἔσπευσε. κα

 ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ10.7.2 σὸν

 ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν. 10.8.1 Ἰουλιανοῦ δὲ βασιλεύοντος, <ἐν> τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν

 φάσκουσιν. ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ' ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτ

 Λιβανίῳ 16.1.10 καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρ

 τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ π

 παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ. 21.1.2 προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου 21.1.3

 ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόμ

 ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα 23.2.2 ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιο

 παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων· 23.3.7 οὕτως οὔτε τὰς

 παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήμ

 ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα23.6.2 σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπό

παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ. 21.1.2 προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου 21.1.3 Ζήνωνος, καὶ Μάγνου συμφοιτητής. ἀλλὰ τὸν Μάγνον ἀπολιπὼν παλαίοντα τοῖς νοήμασιν, αὐτὸς καὶ ἐν τούτοις ἄριστος ὤν, καὶ πρὸς τὸ ἄκρον ἐκδραμὼν τῆς ἰατρικῆς, τὸν πάτριον ἐμιμεῖτο θεόν, ὅσον ἀνθρώπῳ δυνατὸν ἐς τὴν μίμησιν ὑπελ21.1.4 θεῖν τοῦ θείου. ἐκ μειρακίου δὲ οὕτω ἐπιφανὴς γενόμενος, Ἰουλιανὸς μὲν αὐτὸν εἰς τὸν Καίσαρα προϊὼν συνήρπασεν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ τοσοῦτον ἐπλεονέκτει ταῖς ἄλλαις ἀρεταῖς, ὥστε καὶ βασιλέα τὸν Ἰουλιανὸν ἀπέδειξεν· καὶ ταῦτά 21.1.5 γε ἐν τοῖς κατ' ἐκεῖνον ἀκριβέστερον εἴρηται. ἀλλ' οὐδὲ κορυδαλλίς, ἡ παροιμία φησίν, ἄνευ λόφου, οὐδὲ Ὀριβάσιος ἦν ἄνευ φθόνου. ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῆς δόξης, οἱ μετὰ Ἰουλιανὸν βασιλεύοντες τῆς τε οὐσίας ἀφείλοντο, καὶ διαφθεῖραι τὸ σῶμα βουληθέντες, τὸ μὲν ἔργον ὤκνησαν, ἑτε21.1.6 ροίως δὲ ἔπραξαν ὅπερ ᾐσχύνθησαν· ἐξέθηκαν γὰρ αὐτὸν εἰς τοὺς βαρβάρους, ὥσπερ Ἀθηναῖοι τοὺς κατ' ἀρετὴν 21.2.1 ὑπερέχοντας ἐξωστράκιζον. ἀλλ' ἐκείνοις μὲν τὸ τῆς πόλεως ἐκβαλεῖν ὁ νόμος ἔλεγεν, καὶ προσῆν οὐδέν· οἱ δὲ βασιλεύοντες καὶ τὸ παραδοῦναι τοῖς ὠμοτάτοις βαρβάροις ἐπέθεσαν, 21.2.2 ἐκείνους ποιοῦντες κυρίους τοῦ σφετέρου βουλήματος. Ὀριβάσιος δὲ ἐκτεθεὶς εἰς τὴν πολεμίαν, ἔδειξε τῆς ἀρετῆς τὸ μέγεθος, οὐ τόποις ὁριζομένης, οὐδὲ <περι>γραφομένης ἤθεσιν, ἀλλὰ τὸ στάσιμον καὶ μόνιμον ἐπιδεικνυμένης κατὰ τὴν ἑαυτῆς ἐνέργειαν, κἂν ἀλλαχόθι κἂν παρ' ἄλλοις φαίνη21.2.3 ται, ὥσπερ τοὺς ἀριθμούς φασι καὶ τὰ μαθήματα. εὐδοκίμει τε γὰρ εὐθὺς παρὰ τοῖς βασιλεῦσι τῶν βαρβάρων, καὶ ἀνὰ τοὺς πρώτους ἦν, καὶ κατὰ τὴν Ῥωμαίων ἀρχὴν ἀποβλεπόμενος παρὰ τοῖς βαρβάροις προσεκυνεῖτο καθάπερ τις θεός, τοὺς μὲν ἐκ νοσημάτων χρονίων ἀνασώζων, τοὺς δὲ 21.2.4 ἀπὸ τῆς τοῦ θανάτου πύλης διακλέπτων. καὶ ἦν αὐτῷ τὸ τῆς λεγομένης συμφορᾶς εὐδαιμονίας ἁπάσης πρόφασις, ὥστε καὶ οἱ βασιλεύοντες ἀπαγορεύσαντες μάχεσθαι πρὸς τὴν διὰ πάντων τοῦ ἀνδρὸς δύναμιν, ἐπανιέναι συνεχώρησαν. 21.2.5 ὁ δέ, ὡς ἔτυχε τῆς ἐπανόδου, μόνον ἑαυτὸν ἔχων ἀντὶ πάσης οὐσίας, καὶ τὸν ἀπὸ τῶν ἀρετῶν πλοῦτον ἐπιδεικνύμενος, γυναῖκά τε ἠγάγετο τῶν κατὰ πλοῦτον ἐπιφανῶν καὶ γένος, 21.2.6 καὶ παῖδας ἔσχε τέτταρας, οἵτινές εἰσί τε καὶ εἴησαν· αὐτὸς δὲ κατὰ τὸν καιρὸν τοῦτον τῆς γραφῆς ἐν ἀνθρώποις ἔστι τε καὶ εἴη· ἀλλὰ τὸν ἀρχαῖον πλοῦτον ἐκ τῶν δημοσίων ἀνακομισάμενος, τῶν μετὰ ταῦτα βασιλέων συγκεχωρη21.2.7 κότων, ὡς ἐπ' ἀδίκῳ τῇ προτέρᾳ κρίσει. ταῦτα μὲν οὖν ἐστι καὶ οὕτως ἔχει. Ὀριβασίῳ τε συντυχεῖν ἀνδρός ἐστι φιλοσοφοῦντος γενναίως, ὥστε εἰδέναι τί πρὸ τῶν ἄλλων θαυμάσει· 21.2.8 τοσαύτη τις ἡ διὰ πάντων ἐστὶ προϊοῦσα καὶ παρατρέχουσα ταῖς συνουσίαις ἁρμονία καὶ χάρις. ἸΩΝΙΚΟΣ. Ἰωνικὸς δὲ ἦν μὲν ἐκ Σάρδεων, καὶ πατρὸς ἰατρεύσαντος ἐπιφανῶς· Ζήνωνος δὲ ἀκροατὴς γενόμενος, εἰς ἄκρον τε ἐπιμελείας ἐξίκετο, καὶ Ὀριβάσιός γε αὐτοῦ 22.1.2 θαυμαστὴς ἐτύγχανεν. ὀνομάτων δὲ πάντων ἰατρικῆς ἐμπειρότατος γενόμενος καὶ πραγμάτων, κρείττων ἦν ἐν τῇ καθ' ἕκαστον πείρᾳ, τῶν τε τοῦ σώματος μορίων ἄκρως δαημονέστερος γενόμενος, καὶ τῆς ἀνθρωπίνης φύσεως ἐξετα22.1.3 στικός. οὐκοῦν οὔτε φαρμάκου τινὸς ἔλαθε κατασκευὴ αὐτὸν καὶ κρίσις οὐδ' ὅσα ἐμπλάττουσιν οἱ τεχνικώτατοι τοῖς ἕλκεσι, τὰ μὲν τὴν ἐπιρροὴν ἐπέχοντες, τὰ δὲ τὴν ἐμπεσοῦσαν 22.1.4 διακιδνάντες, ἐκεῖνον ἐλάνθανεν. ἀλλὰ καὶ δῆσαι τὸ πεπονθὸς μόριον, †οὐ σχίσαι τοῖς μέρεσιν† εὑρετικώτατός τε ἦν καὶ 22.1.5 διεξητασμένος. ἔργα τε οὖν καὶ ὀνόματα τούτων ἠπίστατο, ὥστε τοὺς μέγα φρονοῦντας ἐπὶ τῷ θεραπεύειν ἐξίστασθαι πρὸς τὴν