1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

2

ἐστι τοῦ Θεοῦ τὰ κρίματα. Τῇ πρώτῃ οὖν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς· καὶ πάντα ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτισε· τοῦτο δέ ἐστι τὸ φθαρτόν. Πρὸ γὰρ τούτου σκιάσματι περιεῖχε σκοτεινὸν τοῦ οὐρανοῦ περιταθέντος, καὶ πάντα ὅσα συνεῖχε, καὶ τὸν ἀπολειφθέντα τόπον ἀφεγγῆ καταστήσαντος. Ἔξωθεν δὲ τοῦ οὐρανοῦ φῶς εἶναι ἀσκίαστον, καὶ ἄφθαρτον, καὶ αἰώνιον, ἐν ᾧ ἄγγελοι διαιτῶνται, περὶ οὗ φησι Σολομῶν· Φῶς δικαίοις διὰ παντὸς, εἰς ὃ καὶ οἱ καλῶς βιώσαντες ἀναπαύονται. Νοήσεις δὲ τούτου τὴν οἰκονομίαν ἐξ ἐναργοῦς παραδείγματος, ὅτι φῶς ἄσβεστον τὸν ἔξω χῶρον περιλάμπει τοῦ οὐρανοῦ. Τὸν δὲ ἔσω ἀχλὺς περιεῖχε πρὸ τοῦ γενηθῆναι τὸ φῶς. Ὥσπερ γὰρ εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ πήξας ἐκ πυκνῆς ὕλης σκηνὴν σκότος αὐτοσχέδιον ποιεῖ, καὶ οὐδαμῶς φωτισθῆναι δύναται ὁ περιεχόμενος τόπος, εἰ μὴ φωτὸς ἐκλάμψῃ μαρμαρυγή· οὕτω τοιοῦτον ἀνυπόστατον σκότος περιεῖχε τὸν κόσμον ὑπὸ τοῦ οὐρανοῦ καλυπτόμενον, ὅπερ ὁ Θεὸς διεχώρησε δημιουργήσας τὸ φῶς, καὶ ἡμέραν αὐτὸ προσονομάσας, καὶ τὸ σκότος νύκτα. Ἀναχεομένου γὰρ τοῦ φωτὸς, ἡμέρα γίγνεται, συστελλομένου δὲ, νὺξ ἀντέπεισιν. Ὅθεν καὶ ἐν τῇ συμμετρήσει τῶν χρόνων ἡμέρας, καὶ οὐχὶ νύκτας ἀριθμοῦμεν. 712 Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Τοῦτο δὲ ἕτερόν ἐστι παρὰ τὸν ἐξ ἀρχῆς ποιηθέντα οὐρανόν. Καὶ εἵρηται τοῖς, ὅτι καὶ ταυτόν ἐστιν· ἐπεξέργασις γάρ ἐστί φησι τοῦ δευτέρου, διὰ τὸ ἐκεῖ μὲν παραδεδόσθαι ὡς ἐν κεφαλαίῳ γῆς καὶ οὐρανοῦ ποίησιν· ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸ πῶς γέγονεν ἡ Γραφὴ παραδίδωσιν. Ἡμεῖς δέ φαμεν ἄλλο, καὶ ἄλλο· ἐπειδὴ καὶ ὄνομα ἔτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται. Ἕτερος οὖν ἐστι παρὰ τὸν ἐν ἀρχῇ ποιηθέντα οὗτος, στερεωτέρας ὑπάρχων φύσεως. Καὶ διεχώρησεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος. Ἄπειρον γὰρ οὖσαν τῶν ὑδάτων τὴν φύσιν διεμέρισεν, ὥστε καὶ ἐπάνω εἶναι τοῦ στερεώματος, καὶ ὑποκάτω. Ὁ δὲ αἰθὴρ πυρώδης ἐστὶ καὶ διακαὴς, καὶ πᾶσαν ἂν τὴν ἤπειρον ἐξανάλωσεν, εἰ μὴ τῷ ὅρῳ τοῦ ποιήσαντος αὐτὸν κατείχετο. ∆ιὰ γὰρ τοῦτο καὶ ὕδωρ ἐστὶν ἀέριον ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν διὰ νεφῶν φερόμενον, οὒς ἀτμοὺς οἱ ποταμοὶ, καὶ αἱ κρῆναι, καὶ αἱ λίμναι, καὶ τὰ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα ὁ αἰθὴρ πυρακτώσας ἐξαναλώσειε. Γίνεται δὲ οὕτως ὁ ὑ... συνάγονται περὶ τὸ ὕψος αἱ ἀναθυμιάσεις, καὶ πυκνοῦται ὁ ἀὴρ ταῖς τῶν πνευμάτων πιλήσεσι, καὶ αἱ νοτίδες αἱ τῷ νέφει ἐνεσπαρμέναι, ἀλλήλαις προσχωρήσασαι, σταγόνες γίνονται, καὶ τῷ βάρει τῶν συγκριθέντων πρὸς τὸ κάτω ἐφίενται. Ἡ δὲ χιὼν ἐκ τῶν ὑδάτων οὔτω συνίσταται· ἐκ τῆς βίας τῶν ἀνέμων ἀνακοπὲν τὸ ὑγρὸν ἐξαφρίζεται· καὶ ὅλον δι' ὅλου ἀνακοπὲν, καταψυχθὲν πήγνυται, καὶ θραυσθέντος τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Ἡ δὲ βροντὴ κατὰ τοῦτον τὸν λόγον .... ἀντιτυπία γίγνεται, ὅπερ ἐλαυνόμενον ἐν ταῖς κοιλότησι τῶν νεφῶν, καὶ βιαίως ἐκρηγνύμενον τὸν τῆς βροντῆς ἦχον ἀποτελεῖ. Τῇ δὲ ἡμέρᾳ τῇ τρίτῃ προστάγματι τοῦ Θεοῦ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· Καὶ ἐκάλεσε τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Συνήχθη διὰ τοῦτο εἰς συναγωγὴν μίαν, ἵνα μὴ ἐκ τῶν χωρίων ἔνθα ἐστὶν ........ καὶ ὑπεκβαῖνον ἐπικαλύπτῃ τὴν ἤπειρον. ∆ιὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπανῆλθε, τῇ πάντων ἀσθενεστάτῃ ψάμμῳ χαλινωθεῖσα. Ἐπεὶ τί ἐκώλυσε τὴν Ἐρυθρὰν θάλασσαν ἐπικλύσαι πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν αὐτῆς ὑπάρχουσαν, καὶ συναφθῆναι τῷ παρακειμένῳ