1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

6

Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν· τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμητῶν. Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν, δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλομένοις μετὰ τῆς Ἁμάξης σημεῖον γίνεται· τόπων γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν, ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος. Εἴρηται οὖν περὶ τῶν σημείων. Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν 721 ὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς καταψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν, καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν. Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπεργάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς σκιὰς ἀφ' ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βραχυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγενομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ' ὀλίγον τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλαβῶς ἐπιόντος. Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ· ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλμῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διασκεδάσας τὸ σκότος. Ἡ δὲ σελήνη, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπόκενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. ∆ιότι ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέμων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐρίπους παλίῤῥοιαι, καὶ περὶ τὸν ὠκεανὸν ἀναδρομὴ τῆς θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας. Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διεσώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ 724 γὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι