1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

9

τυγχάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συναίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις δασυτάταις, ἕνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δένδρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται, καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων 729 ὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας αὐτῆς παραχρῆμα μεταδιδόασιν. Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς, τύπτεται ὑπ' αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον· ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπιστάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωογονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέχουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν· ἑξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν κατεσθίουσιν. Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπωάζονται, ἀλλὰ μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴσθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν, ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυτὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχουσαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν. Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος, ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν, ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστερος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς, καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὸν χρυσόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ. Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφάνου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ' ὕψους ἵσταται· ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως· ∆ιπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν. Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν, Σῶμα αὐτοῦ κέκαυται. Στῆθος μὲν οὖν αὐτοῦ πορφυροῦν φαίνεται, Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα, Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται. Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς, Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε. Κύκλῳ δὲ κόρῃσι κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο. Αὐτὸς δὲ πρόσθε, ταῦρος ὣς γαυρούμενος, Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός. Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά 732 μενον διαδοχῇ, ἀλλ' ὑπάρχειν αὐτὸ μονώτατον, καὶ ἔτη ζῇν πεντακόσια. Καὶ ἐν καιρῷ τοῦ μέλλειν αὐτὸ τελευτᾷν (προαισθάνεται γὰρ τὴν ἀποβίωσιν), ἐφ' ὑψηλοῦ τινὸς τόπου ἐστοχασμένος, κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου, ἐξ ἀρωματικῶν φρυγάνων συμπηγνύναι τὴν καλιὰν, κἄπειτα ὑπὸ τῆς ἀκτῖνος ὁλοκαυτίζεσθαι τοῦ ἡλίου, καὶ εἰς κόνιν παντελῶς ἀναλύεσθαι· εἶτα ἐκ τῆς κόνεως σκώληκα γίγνεσθαι, καὶ ἐκ τοῦ σκώληκος εἰς τὸν πρῶτον φοίνικα μεταβάλλεσθαι. Ὁ δὲ ἀετὸς περὶ τὴν ἀνατροφὴν τῶν νεοττῶν ἐστιν ἀδικώτατος· δύο γὰρ ποιήσας, τὸν μὲν ἕτερον οἰκειοῦται, τὸν δὲ ἕτερον μαστίζων τοῖς