1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

12

ἐξ ἀλλήλων ἀπήρτηνται· καὶ εἰ μίαν συμβῇ τοῦ ὁρμαθοῦ ἀποσπασθῆναι αὐτῶν, αἱ λοιπαὶ καταβοῶσιν. Μόνον δὲ τῶν πετεινῶν τετρασκελὲς ὑπάρχει, καὶ ὀδοῦσι κατακεκόσμηται. Οἱ δὲ τέττιγες ἐν ἐπομβρίᾳ γίνονται, ἡσυχάζουσι δὲ 737 καιρὸν, ἐπειδὴ τῇ δρόσῳ πήγνυνται. Πλήττειν δὲ καὶ ᾄδειν τὸ πτερὸν αὐτῶν φάσκουσι. Τῇ δὲ ἕκτῃ ἡμέρᾳ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὴν γῆν κατὰ γένος τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἕρποντα ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ παρήχθη εὐθέως εἰς τὸ εἶναι πάντα, ἅπερ κοινὴν μὲν τῷ ἀνθρώπῳ τῆς φύσεως ἔχει τὴν αἴσθησιν, οὐ μὴν δὲ ἴσην καὶ τὴν ψυχὴν κέκτηνται ζῶντα, καὶ κινούμενα κίνησιν, ἣν ἡ ἀρχέγονος τοῦ αἵματος φύσις χορηγεῖ τῷ πνεύματι τοῦ ἔξωθεν ἀέρος κιρναμένη. Ἔστι δὲ καὶ ἐν αὐτοῖς ἤθη διάφορα, τὴν Πρόνοια τοῦ Θεοῦ αἰνιττόμεναι· καὶ γὰρ καὶ ταῦτα οὐ μικρῶς ταύτην συνίστησιν. Ὡς γὰρ σοφὴ τῶν βλαστῶν ἡ καρπογονία, καὶ ἄστρων εὐταξία, καὶ ἡλίου, καὶ σελήνης ἀνυπαίτιος δρόμος, καὶ θαλάσσης ὅρων θεσμὸς μὴ ὑπερισταμένης τὴν Πρόνοιαν ἀναντιῤῥήτως μαρτύρεται· οὕτως καὶ ἡ τῶν ζώων ἰδιότης τὸ ἀπαράλλακτον τῆς τάξεως ἐνδεικνυμένη τὴν Πρόνοιαν μάλα σαφῶς κηρύττει, καθάπερ ψυχὴ κινοῦσα τοῦ κόσμου πᾶσαν τὴν σύστασιν. Καὶ καταγέλαστος ἂν εἴη πᾶς ὁ ἐκβάλλων, τῶν στοιχείων ἁπάντων ὁμολογούντων αὐτήν· γῆ μὲν πρὸς φυτουργίαν οὐκ ἀπειθοῦσα, ἥλιός τε, καὶ σελήνη, καὶ τὰ λοιπὰ ἄστρα τοῦ προσήκοντος δρόμου μὴ στείλαντα, θάλαττα κανόνα προσταγῆς οὐχ ὑπερβαίνουσα, νηκτὰ δὲ καὶ ἀεροπόλα, καὶ χερσαῖα τῆς ὀφειλομένης χρείας οὐχ ὑστερούμενα. Πῶς οὖν οὐκ ἄδικος καὶ ἄφρων ὁ καθόλου τὴν Πρόνοιαν παραιτούμενος; Ποῦ λόγος ἐρεῖ τεχνικὸν ἔργον μὴ ἀπαυτοματίζεσθαι, πρὸς ἐπιστήμης δὲ τὰ σοφὰ ἔργα ἀποτελεῖσθαι· αὐτίκα γοῦν ἀνδριαντοποιοῦ ἔννοιαν λαμβάνομεν· εἰκόνα δὲ περικαλλῶς γεγραμμένην κατιδόντες, τὸν ταύτης γραφέα θαυμάζομεν· νῆα δὲ ἐντέχνως ἐπιστήμῃ κατεσκευασμένην ὁρῶντες, ναυπηγὸν ἐπαινοῦμεν. Εἰ δ' αὐτοὶ τεχνικὰ ἔργα θεώμενοι τὸν ἔμμουσον τεχνίτην γινώσκομεν, τί οὖν οὐ μᾶλλον τὴν πάντων σοφὴν Πρόνοιαν ἐν καταλήψει ἔξοιμεν, ὀφθαλμῷ διάνοιαν διὰ τῶν ἐστοιχειωμένων κόσμου μερῶν, ἐπιστημόνως τεταγμένων; Τὰ γὰρ εἴδη καὶ σχήματα ἱκανὰ γνωρίσαι τὸν τεχνίτην, εἰ καὶ λόγῳ τὰ ἐστοιχειωμένα σιωπὴν ἄγει. Φιλεῖ γὰρ τὰ πρός τινος μορφωθέντα τὸν κεκοσμηκότα ὁμολογεῖν. Ὥσπερ δὲ τῶν στοιχείω ἡ σύστασις σαφηνίζει τὴν Πρόνοιαν, οὕτω καὶ ἡ τῶν ζώων διάφορος φύσις τὴν γνῶσιν ταύτης παρέχεται. Συγγεννᾶται μὲν γὰρ ὁ θυμὸς τῷ λέοντι, καὶ ἔστι μοναστικὸς ὁ βίος αὐτοῦ, οὐδενὶ τῶν ζώων κοινωνῶν, οὐδὲ χθιζὴν τροφὴν προϊέμενος, ἀλλὰ πρόσφατον· ὀξεῖαν δὲ ἔχει τὴν αἴσθησιν, καὶ θᾶττον τῆς ὀσμῆς τῶν θηρευόντων αἰσθάνεται, καὶ δρόμῳ φεύγει ἐπὶ τὸ σπήλαιον, τὰ ἴχνη τῇ σοβῇ περισαίνων, ὅπως καλυφθέντα ὑπὸ τῆς κόνεως ἀνίχνευτον τοῖς θηρευταῖς καταστήσωσιν. Πηρὸς δὲ αὐτοῦ ὁ σκύμνος τίκτεται, καὶ τρεῖς ἡμέρας ὑπὸ τῆς λεαίνης φυλάττεται, καὶ ἐλθὼν αὐτὸς ἀπὸ τῆς θήρας, ἐμφυσήσας αὐτὸν εἰς τὸ πρόσωπον, βλέποντα αὐτὸν ἐξαν 740 ίστησιν. Ἡνίκα δὲ ἀνθρώπῳ ἤ τινι τῶν ζώων ἐπέρχεται, μαστίζει τῇ σοβῇ ἑαυτὸν πρότερον κατὰ τὸ ποιητικόν· Οὐρῇ μὴν πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν Μαστίεται, ἕε δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι. Γηράσας δὲ, καὶ εἰς ἄγραν βαδίζειν ἀτονῶν ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος. Ἔστι δὲ αὐτοῦ τὸ στόμα πάντοτε δυσωδέστατον· καθεύδων δὲ ἀναπετάσας ἔχει τὰ βλέφαρα. Ἡ δὲ λέαινα μόλις ἑνὸς σκύμνου ὑπομένει τὴν κύησιν· προϊὼν γὰρ εἰς τὸ ἔξω ταῖς ἀκμαῖς τῶν ὀνύχων τὴν μήτραν διασπαράσσει αὐτῆς. Ῥαγδαλαῖον ἡ πάρδαλις καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς, καὶ τῶν ἄλλων διαφέρων ὀξύτητι, καὶ ἐπὶ τὰς ὄψεις τῶν θηρευτῶν ἐφιπτάμενον. Νωθρὰ ἡ