1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

15

δὲ ἐχῖνος ὡς σφαῖρά ἐστι τῷ σώματι, καὶ ὁ νῶτός ἐστιν αὐτοῦ ὁλόκεντρος, τῶν κέντρων ὁμοίων ὄντων τοῖς τῶν θαλαττίων ἐχίνων κέντροις. Πορεύεται γοῦν ἐπὶ τὸν βότρυν τῆς ἀμπέλου, καὶ κατασπᾷ ῥᾶγας, καὶ ἐγκυλισθεὶς περιπείρει τὰς ῥάγας τοῖς κέντροις καὶ ἀφικνεῖται. ∆ολερὸν ἡ ἀλώπηξ διὰ τοιᾶσδε μηχανῆς θηρωμένη τοὺς ὄρνιθας. Εὑροῦσα γὰρ τελμιστὴν, ἐγκυλίεται εἰς αὐτὴν, καὶ πάλιν ἐνειλεῖται λεπτοτάτῃ κόνει ἢ ἀχύροις, καὶ τίθησιν ἐπὶ τοῦ πεδίου ἑαυτὴν τὰ ὄμματα ἀναπετάσασα, ἢ καὶ τὸ πνεῦμα εἰς ἑαυτὴν ἐπισπῶσα, ὡς φυσηθεῖσαν αὐτὴν ὑπὸ τῶν πετεινῶν νομισθῆναι νεκρὰν, ἅτινα καὶ καταπτάντα ἐπ' αὐτὴν εὐθέως κατεσθίει ἀρπάσασα. Ἡ σαῦρα γηράσασα πηροῦται, καὶ εἰς ῥαγάδα τοίχου πρὸς ἀνατολὰς ἐστοχασμένως βλέπουσα εἴσεισι, καὶ τοῦ ἡλίου ἀνίσχοντος ἀναπετάσασα, ὑπὸ τῆς ἀκτῖνος τῆς ἡλιακῆς καταυγασθεῖσα ἀνηλεοῦται, καὶ ὑγιὴς ἀποκαθίσταται. Οὕτω δὴ καὶ σὺ, ὦ ἄνθρωπε, ὅταν γηράσῃς ἐν ἁμαρτίαις, καὶ τυφλωθῇς τὴν διάνοιαν, τῆς δικαιοσύνης ζήτει τὸν Ἥλιον, ἵνα ἀνακαινισθῇς ἐν δικαιοσύνῃ, ἀτενίσας εἰς αὐτὸν καὶ τοῖς τῆς ψυχῆς ἀναβλέψῃς ὀφθαλμοῖς. Πάντων δὲ τῶν θηρίων πνευματικώτατον τυγχάνει καὶ πυρωδέστατον, καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ ὁ δράκων ἑλικοειδὴς, καὶ ποιῶν τῆς πορείας τὰς ὁρμὰς, τάχιστα ἐφ' ᾧ βούλεται ἔπεισιν. Ἔστι· δὲ καὶ πολυχρόνιον· οὐ μόνον γὰρ τὸ γῆρας ἀπαμφίσκεται, ἀλλὰ καὶ αὔξησιν μείζονα ἐπιδέχεται. Ἐπὰν οὖν τὸν ὡρισμένον τῆς ζωῆς ἐκτελέσῃ χρόνον, εἰς ἑαυτὸν ἀναλίσκεται· οὐ γὰρ ἰδίῳ ἀποθνήσκει τέλει πρὸ τοῦ τῆς ζωῆς ἐκπληρῶσαι τὸν ὅρον, εἰ μὴ βίᾳ ἀναιρεθῇ ὑπό τινος. Τούτῳ ὁ ἰχνεύμων μονομαχεῖ, χρίσας ἑαυτὸν πηλῷ, καὶ τοὺς μυκτῆρας τῇ κέρκῳ ἐπικαλύπτων. Ἀλλὰ μὴν καὶ πρὸς τὴν Αἰγυπτίαν ἀσπίδα ποιεῖται συμπληγάδα τοιῶσδε· Αὕτη μὲν ἔπεισιν αὐτῷ πολλῷ ῥοίζῳ τὴν οὐρὰν ἑλικοειδῶς ἐπισύρουσα, τὰ δ' ἀπὸ στηθῶν πρὸς τῇ κεφαλῇ ἄνω πηδῶσα μετέωρος, εὔστερνός τε καὶ πλατυαύχην ἐκφυσηθεῖσα, θυμοῦ τε ἔμπλεως γενομένη ἐπέρχεται, περιφέρουσα τὴν γλῶτταν μετὰ συντόνου συριγμοῦ· ὁ δὲ ἰχνεύμων, ὀρθώσας τὴν κέρκον, ἐπισείει ἀπατῶν αὐτὴν, καὶ μεθέλκων, τοῖς δὲ ἕμπροσθεν ὀκλάσας ποσὶν ἐπιφέρεται, καὶ ταπεινωθεὶς ὅλος τὴν ὄψιν μόνην ἐκτείνει, καραδοκῶν μὴ φθάσῃ πληγὴν καιρίαν δέξασθαι. Ἐπειδὰν οὖν ἴδῃ τὴν ἀσπίδα, ὡς πρὸς θηρίον τὴν κέρκον ἁμιλλωμένην προθύμως, αἰφνιδίως ἐπιπηδήσας τὸν αὐχένα αὐτῆς πιέζει, καὶ ἀποπνίγει. 748 Σαῦρα δὲ ἡ λεγομένη σαλαμάνδρα, ἐὰν εἰς κάμινον, ἢ βαλανεῖον ἐπεισέλθῃ, ἀποψυχραίνει αὐτό. Φασὶ δὲ τὴν ἔχιδναν διὰ στόματος τοῦ ἄῤῥενος τὴν γονὴν δέχεσθαι, καὶ συναποκόπτειν τοῖς ὀδοῦσι αὐτὸ τὸ μόριον, καὶ ἀποκτείνειν αὐτόν. Αὕτη δὲ, ἔγγυος γενομένη, ὑπὸ τῶν τέκνων ἀναιρεῖται· ἔτι γὰρ ἐν τῇ κοιλίᾳ αὐτῆς ὑπάρχοντα τὴν μήτραν καταφαγόντα, καὶ τὴν κοιλίαν ἀναῤῥήξαντα διὰ τῆς πλευρᾶς ἔξεισι. Γηράσας δὲ ὁ ὄφις ἐκτυφλοῦται, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα χαυνοῦται τῷ σώματι, καὶ εἰσέρχεται εἰς ῥαγάδα πέτρας στενὴν, καὶ τῇ βίᾳ διασυρόμενος τὸ δέρμα τὸ γεροντικὸν ἀποδύεται, καὶ ἀνανεοῦται. Ὅταν δὲ διψήσῃ, τὸν ἰὸν πρότερον ἀποτίθεται, καὶ οὕτως ἐκπίνει τὸ ὕδωρ ἐκ τῆς πηγῆς. Ἀγρεύων δὲ τοὺς μυοξοὺς ἐκτυφλοῖ καὶ τρέφει, καὶ πεπανθέντας κατεσθίει αὐτούς. Ἐὰν δὲ γυμνὸν θεάσηται ἄνθρωπον, οὐ πρόσεισιν· εἰ δὲ ἐνδεδυμένον, ἐφάλλεται. Ὁ δὲ βασιλίσκος ἰὸν θανατηφόρον ἀποπέμπει τῷ ὀφθαλμῷ, ὥστε τὸν θεασάμενον παραχρῆμα ἀπονεκροῦσθαι. Τὸ δὲ φύσημα αὐτοῦ τυγχάνει πύρινον, καταφλέγον χώρας, καὶ τόπον σύνδενδρον. Ἱστοροῦσι δὲ αὐτὸν τοιούτῳ τρόπῳ συνίστασθαι. Ἐπὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ, καὶ λοιμώξωσιν (ἐπειδήπερ τὸ ζῶόν ἐστι παμμίαρον), ἕκαστος τὸν πλησίον κατεσθίει· καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφις τὸν ἀσθενέστερον, καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν