1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

19

ὅστις ὁμώνυμον ἑαυτοῦ πόλιν τῇ Φοινίκῃ Σιδῶνα ἔκτισεν· Ἀμάθιος τὴν Ἀμαθινὴν, τὴν νῦν Ἐπιφάνειαν, ᾠκοδόμησε, τῶν Μακεδόνων τινὸς κρατήσαντος αὐτῆς ἐπιδόξου, καὶ τὸ οἰκεῖον ὄνομα ἐπιθέντος αὐτῇ· Ἀρουκαῖος δὲ γῆν τὴν ἐν τῷ Λιβάνῳ ἔκτισεν· Ἀρόδιος οὗτος Ἄραδον τὴν νῆσον ᾤκησεν· Ἀσένασσος, ἀφ' οὗ Ἀσενναῖοι. Σαμάρειος δὲ Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰεβουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, οἵτινες ᾤκουν τὴν Βεθήλ· Γεργεσαῖος Γεργεσαίους, οἵτινες τὰ ἐπέκεινα κατῴκουν τοῦ Ἰορδάνου ἄχρι Φιλαδελφίας· Εὐαῖος Εὐαίους. Καὶ οἱ μὲν Κιναῖοι περὶ τὸν Λίβανον ᾤκουν καὶ Ἄμαρον· οἱ δὲ Ἐνιακεὶμ γίγαντες τὴν Χεβρών· καὶ περὶ αὐτὴν οἱ Χετταῖοι καὶ οἱ 757 Φερεζαῖοι ἀναμὶξ τοῖς Χαναναίοις τὴν Παλαιστίνην κατεῖχον· οἱ δὲ Ῥαφίαν τὴν Φιλαδελφίαν· πάλιν δὲ οἱ Γεργεσαῖοι τὰ Γάδαρα, καὶ Γέργισαν πόλιν, καὶ τὴν Τιβεριάδα εἶχον λίμνην, καὶ οἱ Ἰεβουσαῖοι τὴν νῦν Ἱερουσαλήμ. Πέντε καὶ Σὴμ παῖδες ἐγένοντο, οἵτινες τὴν μέχρι τοῦ κατ' ἰδίαν Ὠκεανοῦ Ἀσίαν κατῴκησαν, ἤτοι ἀπὸ τοῦ Εὐφράτου τὴν ἀρχὴν ποιησάμενοι. Εἰσὶ δὲ οὗτοι· Αἰλὰμ, ἀφ' οὗ Αἰλαμαῖοι, οἱ νῦν Πέρσαι· Ἀσοὺρ, ἀφ' οὗ Ἀσσύριοι· Ἀρφαξὰδ, ἀφ' οὗ Ἀρφαξαῖοι, οἱνῦν Χαλδαῖοι· Ἀρὰμ, ἀφ' οὗ Ἀραμαῖοι, οἱ νῦν Σύροι. Κατέσχον δὲ οὗτοι ἀπὸ Μεσοποταμίας ἕως τῶν ὀρέων Ἀραρὰτ, ἅ ἐστι πρὸς τὴν Ἀρμενίαν· Λοὺδ, ἀφ' οὗ Λυδαῖοι, οἱ νῦν Λυδοί· Καϊνὰν, ἀφ' οὗ Κανᾶται. Υἱοὶ δὲ τοῦ Ἀρὰμ τέσσαρες ἐγεννήθησαν· Οὒζ, ὅστις ἔκτισε ∆αμασκὸν καὶ τὴν Τραχωνῖτιν, ἥτις μέση τῆς Παλαιστίνης καὶ Κοίλης Συρίας ἐστίν· Οὒλ, ἀφ' οὗ Λαζονεῖς· Γαθὲρ, ἀφ' οὗ Σταφηνοί· Μεσὸχ, ἀφ' οὗ Μασσήνιοι. Υἱοὶ Ἀρφαξάδ· Καϊνὰν, ἀφ' οὗ Σογγοδιανοί· ἀπὸ τούτου δὲ καὶ ἡ ἀστρονομία καὶ οἰωνισμοὶ ἐπενοήθησαν. Υἱὸς δὲ ἐγένετο τῷ Καϊνὰν Σαλὰ, ἀφ' οὗ Σουσιανοί. Υἱὸς τοῦ Σαλὰ Ἕβερ, ἀφ' οὗ Ἑβραῖοι, οἵτινες τὴν ἀρχαίαν κατέσχον τὴν Ἑβραΐδα διάλεκτον, τοῦ Ἕβερ μὴ συμπαραγενομένου εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ ἀλλοιωθέντος τὴν γλῶτταν. Υἱοὶ δὲ τοῦ Ἕβερ Φαλὲκ, ἀφ' οὗ Ἀδιαβηνοί· Ἰεκτὰν, ἀφ' οὗ Ἐδραμαῖοι. Ὁ δὲ Φαλὲκ διὰ τοῦτο ἐκλήθη Φαλὲκ, ἐπειδὴ κατὰ τὸν ἀπόστολον τῶν ἀποικιῶν ἐτέχθη. Φαλὲκ γὰρ οἱ Ἑβραῖοι μερισμὸν λέγουσιν, ἐπ' αὐτοῦ ἐμερίσθησαν. Καὶ ὁ ὑπονοούμενος τῶν ἐτῶν τῆς τοῦ κόσμου διαμονῆς ἀριθμὸς εἰς δύο διῃρέθη ἰσαίτατα· τρισχίλια γὰρ ἐπὶ τῇ γενέσει τῆς αὐτοῦ τοῦ κόσμου ὑπάρξεως ἔτη ἐπερατώθη. Λογιζόμεθα γὰρ διαμεῖναι τὴν κτίσιν ἄχρις ἕκτης χιλιάδος, ἐπεὶ καὶ ἐν ἒξ ἡμέραις ὁ Θεὸς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς συνεστήσατο. Χιλιετεῖς δὲ τὰς ἡμέρας λογίζεσθαι τὸ Θεῖον οἶμαι· Κυρίου γὰρ, φησὶν, ἡμέρα ὡς χίλια ἔτη. Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τελευτὴν Φαλὲκ ἔτη τρισχίλια. Ἐπὶ δὲ τὴν τοῦ Κυρίου παρουσίαν καὶ ἀνάστασιν ἔτη πεντακισχίλια καὶ πεντακόσια τριάκοντα ἓν, ὡς λείπειν τετρακόσια πεντήκοντα ἐννέα ἔτη τῆς ἕκτης χιλιάδος. Ἔστι δὲ τῆς τοῦ κόσμου συντελείας σημεῖον τὸ σάββατον· καὶ εἰκότως ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ Κύριος ἐπιδημήσας τῷ κόσμῳ ἐν παρασκευῇ πέπονθεν, ἥτις ἐστὶν ἡμέρα ἕκτη, καὶ ταύτης τῆς ἡμέρας ὥρα ἦν ὡσεὶ ἕκτη, ἡνίκα ἐσταυρώθη, τοῦ λόγου σημαίνοντος διὰ τοῦ τῆς ἕκτης χιλιάδος τὸ ἥμισυ· καὶ διὰ τοῦτο ὡρισμένως οὐκ εἶπεν ὥρα ἕκτη, ὑπεμφαίνοντος τοῦ λόγου ὀλίγῳ πλείω τοῦ ἀριθμοῦ ὑπερπαίειν. Ἀπὸ δὲ τοῦ Χριστοῦ ἐπὶ τὴν τριακονταετηρίδα Κωνσταντίνου 760 ἔτη ἐστὶ σξθʹ. Ὥσπερ δὲ ὁ Ἰωνᾶς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ κοιλίᾳ τοῦ κήτους διατρίψας ὑγιὴς ἀπεδόθη, οὕτω καὶ ἡμεῖς πάντες, τὰς τρεῖς τοῦ αἰῶνος διαστάσεις ποιήσαντες ἐν τῇ γῇ, ἀναστησόμεθα. Τρία γὰρ τοῦ χρόνου ἐστὶ καθολικὰ διαστήματα, ἐνεστὼς, παρῳχηκὼς, μέλλων, ὧν τὰ σύμβολα ὁ Σωτὴρ ἡμῶν ᾠκονόμησε, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσας ἐν τῇ γῇ, διδάσκων σαφῶς, ὅτι, τῶν προειρημένων περαιωθέντων διαστημάτων τοῦ χρόνου, ἔσται ἡμῶν ἡ ἀνάστασις, τοῦ μέλλοντος αἰῶνος ἀρχὴ