1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

21

ἣ πρότερον μὲν ἦν κοιλὰς φρέατα ἔχουσα ἀσφάλτου, ἀφανισθείσης δὲ τῆς χώρας, λίμνη γεγένηται, ἥτις καὶ Νεκρὰ θάλασσα προσαγορεύεται. Καὶ ἔστι μὲν πικροτάτη φύσει καὶ ἄγονος· κοῦφον δὲ τὸ ὕδωρ κέκτηται, ὡς τῶν ἐν αὐτῇ ῥιπτομένων βαρέων, λίθου ἢ σιδήρου, τυχὸν μὴ καταδύνειν εἰς τὸν βυθὸν, ἀλλ' αὖθις ὥσπερ ὑπὸ πνεύματος ἀναφυσᾶσθαι, καὶ ἐπιπολᾶσθαι. Ῥιφέντες γὰρ ἐπ' αὐτῇ ζῶντες ἄνθρωποι ἀναβλυστάνουσι· νεκροὶ δὲ καταδύνουσι· καὶ λύχνοι δὲ καιόμενοι ἐπιφέρονται, σβεσθέντες δὲ καταποντοῦνται. Ἀναφέρει δὲ ἅλας πικρὸν, καὶ στυπτηρίαν, καὶ τῆς ἀσφάλτου μελαίνας βώλους, ὡς ἐοικέναι τούτους ταύροις ἀκεφάλοις τὸ μέγεθος. Καὶ οἱ ναῦται, τὰς βώλους ταύτας δρασσόμενοι, πληροῦσι τὰ σκάφη, καὶ ἕλκουσιν ἐπὶ τὴν χέρσον. Προσπήγνυται δὲ τῷ ξύλῳ τοῦ πλοίου ἡ ἄσφαλτος, καὶ ἀποξυλοῦται, ὡς μὴ δύνασθαι ἄλλως ἀποκολληθῆναι, εἰ μὴ βρεχθείη οὔροις καὶ γυναικείοις ἐμμήνοις· τούτοις γὰρ εἴκειν μόνοις πέφυκεν. Ἀλλάττειν δέ φασι τῆς ἡμέρας χροιὰς τρεῖς τὸ ὕδωρ, καὶ ποικιλίαν ὄψεως ἐκπέμπειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ἀνταυγοῦσαν. Ὁ δὲ Ἀβραὰμ, ἑκατοντούτης γενόμενος, γνήσιον 764 παῖδα ἐκ τῆς Σάῤῥας τὸν Ἰσαὰκ ἐγέννησε· καὶ μετὰ τὴν ὀγδόην ἡμέραν αὐτὸν περιέτεμεν, ἐξ οὗ καὶ νῦν τὸ ἔθος τοῦτο οἱ Ἑβραῖοι φυλάττουσι, τῇ ἡμέρᾳ ταύτῃ περιτεμνόμενοι. Ἄραβες γὰρ καὶ οἱ Ἰσμαηλῖται τρισκαιδεκάτῳ περιτέμνονται ἔτει, τοῦ προπάτορος αὐτῶν Ἰσμαὴλ οὕτω περιτμηθέντος. Πεισθεὶς δὲ ὑπὸ τῆς Σάῤῥας, ὁ Ἀβραὰμ τὸν Ἰσμαὴλ ἀλλαχόσε μετῴκησε, μήποτε μετὰ τὴν αὐτοῦ ἀποβίωσιν, ὡς πρωτότοκος περὶ τῶν πρεσβείων κακουργήσῃ τὸν Ἰσαάκ. Κατέσχον γοῦν τοῦ Ἰσμαὴλ οἱ ἀπόγονοι τὴν ἀπὸ Εὐφράτου καθήκουσαν γῆν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν. Μετὰ δὲ χρόνον εἰς θυσίαν ὁ Θεὸς τὸν Ἰσαὰκ ἀνενεχθῆναι αὐτῷ προσέταξεν· καὶ ὁ Ἀβραὰμ, μέγιστον καὶ τοῦτο εὐσεβείας σύμβολον ἡγησάμενος, ἀφικνεῖται σὺν πολλῇ προθυμίᾳ ἐπ' ἀκρωρείας τινὸς, καὶ πάντα τὰ πρὸς τὴν θυσίαν εὐτρεπίσας, φάσκει πρὸς τὸν παῖδα αὐτοῦ· «Ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ Θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην, οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς ἐπειδή μέ σε ἠνδρωμένον καὶ τελευτῶν διάδοχον ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. Ἀλλ' ἐπεὶ Θεοῦ βουλομένου σὸς πατὴρ ἐγενόμην, πάλιν τούτῳ αἰτοῦντι ἀνατίθημί σε. Φέρε οὖν γενναίως τὴν καθιέρωσιν· τῷ Θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ' ὧν εὐμενὴς καὶ προστάτης μοι γέγονεν. Ἄπιθι οὖν οὐκ ἀποθανὼν τὸν κοινὸν ἐκ τοῦ ζῇν τρόπον, ἀλλ' ὑπὸ πατρὸς ἰδίου Θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος. Ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ, μήτε νόσῳ, μήτε πολέμῳ, μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν ἀνθρώποις πέφυκε, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας ἐκείνου τὴν σὴν ψυχὴν προσδεξαμένου. Ἔσῃ δέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον τὸν Θεόν μοι ἀντὶ σαυτοῦ παρασχόμενος.» Τούτων ἀκούσας ὁ Ἰσαὰκ ἔφη πρὸς αὐτόν· «Οὐδὲ τὴν ἀρχὴν γεγονέναι δίκαιος εἴην ἂν, εἰ Θεοῦ καὶ πατρὸς μέλλοιμι κρίσιν ἀπωθεῖσθαι, καὶ μὴ παρέχειν ἐμαυτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως. Ἀλλ' εἰ καὶ μόνος ταῦτα ὁ πατὴρ προῃρεῖτο, μὴ ὑπακούειν ἄδικον ἦν.» Καὶ ταῦτα λέγων ὥρμησεν ἐπὶ τὸν βωμὸν, καὶ τὴν σφαγήν. Ὁ δὲ Θεὸς, τὴν ἑκατέρου προθυμίαν ἀποδεξάμενος, ἐχαρίσατο τῷ πατρὶ τὸν παῖδα, κριὸν ἀντὶ τῆς τοῦ παιδὸς δείξας ὁλοκαυτώσεως· καὶ παραχρῆμα τοῦτον ἀνήνεγκε ἀντὶ Ἰσαὰκ τοῦ παιδὸς αὐτοῦ. Πρώτῳ δὲ τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος ἐπιφανεὶς ἐν σχήματι ἀνθρώπου τὴν τῶν ἐθνῶν κλῆσιν ἐθέσπισεν, ἣν καθ' ἡμᾶς ἐπιδημήσας τῷ κόσμῳ, ἐπὶ πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας αὐτοῦ. Ἄγων δὲ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας ὁ Ἰσαὰκ 765 τὴν Ῥεβέκκαν πρὸς γάμον ἄγεται, ἐξ ἧς δύο παῖδας ἐγέννησεν, Ἡσαῦ καὶ Ἰακώβ. Καὶ ὁ