1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

23

τέσσαρας παῖδας ἐγέννησεν, Βαλὰμ, Ζουκὰμ, Ἰουκὰμ, Οὐκάμ· ὁ δὲ πέμπτος υἱὸς τοῦ Σηεὶρ Ὀρήσων τὸν Ὠσσαράν. Πρὸ δὲ τοῦ βασιλεῦσαι βασιλέας ἐν Ἰσραὴλ, τῆς Ἐδὼμ οὗτοι οἱ βασιλεῖς ἐβασίλευσαν· Βαλὰκ υἱὸς Βεὼρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ ∆ενάβα, μεθ' ὃν Ἰωβὰβ υἱὸς Ζαῤῥὰ ὁ ἐκ Βοσσύρας, μεθ' ὃν Ἀζὸμ ὁ ἐκ γῆς Θεμανὼν, μεθ' ὃν Ἀδὰδ, υἱὸς Βαρὰδ, ὅστις ἐν τῷ πεδίῳ Μωὰβ ἐξέκοψε τὴν Μαδιὰμ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθέμ· μετὰ δὲ τοῦτον Σαμαλὰκ ὁ ἐκ Μασέκκας, μεθ' ὃν Σαοὺλ ὁ ἐκ Ῥοβὼθ τῆς παρὰ τὸν ποταμὸν, μεθ' ὃν Βαλαεννὼν υἱὸς Ἀβοχὼρ ἔχων γυναῖκα ὀνόματι Μετεβεὴλ, θυγατέρα Ματρὰδ, υἱοῦ Μεζοὼφ, οἳ πάντες ἦσαν ἔτη ἀριθμὸν φʹ. Οἱ δὲ υἱοὶ Ἰακὼβ, τὸν ἀδελφὸν αὐτῶν Ἰωσὴφ φθόνῳ μισήσαντες, τοῖς Ἰσμαηλίταις ἀπέδοντο. καὶ αὐτοὶ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ Φαραώ. Καὶ ἐν τῷ χρόνῳ τούτῳ Ἰούδας ἀφικνεῖται πρὸς Ἰράν τινα Ὀδολλαμίτην· καὶ θεασάμενος ἐκεῖ Χαναναίαν γυναῖκα Σάβαν ὀνόματι, ταύτην πρὸς γάμον ἄγεται, καὶ ποιεῖ παῖδας ἐξ αὐτῆς τέσσαρας, Ἢρ, Αὐνὰν, Σηλὼμ, Φαρές. Καὶ Ἰούδας λαμβάνει τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ τῷ Ἢρ γυναῖκα ὀνόματι Θάμαρ, καὶ διὰ πονηρίαν πολλὴν τῶν τρόπων αὑτοῦ ἄπαις ἀποθνήσκει, τοῦ Θεοῦ αὐτὸν θανατώσαντος. Καὶ ἐπιτρέπει ὁ Ἰούδας τῷ δευτέρῳ αὐτοῦ παιδὶ Αὐνὰν συνευνασθῆναι τῇ Θάμαρ, ὥστε ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Καὶ ὁ Αὐνὰν γνοὺς, ὅτι οὐκ αὐτῷ καθῆκεν ἡ τῶν τέκνων σπορὰ, ἐν τῷ μέλλειν συνεῖναι τῇ γυναικὶ ἐξέχεεν ἐπὶ τῆς γῆς αὑτοῦ τὴν γονήν· καὶ νεμεσηθεὶς ἐπὶ τοῦτο ὑπὸ Θεοῦ, παραχρῆμα ἀπέθανεν. Καὶ ὁ Ἰούδας κελεύει τὴν Θάμαρ ἐν τοῖς πατρῴοις οἵκοις χήραν καθέζεσθαι, ἕως οὗ ὁ Σηλὼμ αὔξεται. Ἀνδρωθέντος οὖν αὐτοῦ ἐφοβήθη συνάψαι αὐτὸν τῇ Θάμαρ, ὑποτοπήσας μὴ καὶ οὗτος ἀπολεῖται. Ἡ δὲ ἐπὶ τούτῳ ἀχθεῖσα ὀδυνηρῶς, τοιῷδε τρόπῳ τὸν Ἰούδαν ἀμείβεται. Ἀφιχθέντος οὖν αὐτοῦ 769 ἐπὶ τὴν κουρὰν τῶν προβάτων, ἀκούσασα αὐτὴ ἀπαμφίσκεται μὲν τὴν ἐσθῆτα τὴν πενθικὴν, ἀμφιέννυται δὲ πολυτελῆ, καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως Αἰνὰν ἐκαθέζετο, ἣν ὁ Ἰούδας ἐκεῖθεν παριὼν θεασάμενος, ὡς ἑταίρας ἠράσθη αὐτῆς· τὸ γὰρ πρόσωπον αὐτῆς πρὸς τὸ μὴ ἐπιγνωσθῆναι ἐπεκάλυψε, καὶ ὑποσχόμενος αὐτῇ ἔριφον ἀποστεῖλαι, ἠξίου συμμιγῆναι αὑτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτηρίαν εἴληφεν. Ὡς δὲ συνεμίγη αὐτῇ, αὐτὸς μὲν εἰς τὰ ποίμνια αὐτοῦ ἀφίκετο· ἡ δὲ μεταμφιεσαμένη πάλιν τὰ τῆς χήρας ἐνδύματα, ἐκρύπτετο λανθάνουσα. Ὡς δ' ἀποστείλας ὁ Ἰούδας τὸν ἔριφον ἐπεζήτει τὸν ὁρμίσκον καὶ τὰ ἑξῆς, καὶ οὐχ εὗρεν, ἐπὶ τῷ παραλογισμῷ διεπρίετο μέντοι, ἐκαρτέρει δὲ φωρᾶσαι παντοίως τὴν ἀπάτην βουλόμενος. Χρόνου οὖν παρελθόντος ἔγγυος ἡ Θάμαρ γίνεται, καὶ ἀκούσας ὁ Ἰούδας, ὅτι ἐκ πορνείας συνείληφε, προστάττει ζῶσαν αὐτὴν καταφλεχθῆναι. Ἡ δὲ ἀγομένη ἀποστέλλει τῷ Ἰούδᾳ τὸν ὁρμίσκον, καὶ τὸν δακτύλιον, καὶ τὴν ῥάβδον, φάσκουσα· Ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστι, ἐγὼ συνείληφα, Ἐπίγνωθι οὖν τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος. Ὁ δὲ Ἰούδας, σχετλιάσας ἐπὶ τῷ πράγματι. καὶ ἔνθους γενόμενος, αὐτὸς ἑαυτὸν ἐπὶ τῇ ἀδικίᾳ κατεμέμφετο, λέγων· ∆εδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Αὕτη δὲ, γενομένη ἐπίτεξ, διδύμους ἐν τῷ τίκτειν προσήνεγκεν. Καὶ ὁ μὲν μείζων, τουτέστιν ὁ πρῶτος τὴν χεῖρα αὑτοῦ προεξέβαλε, καὶ ἡ μαῖα λῶμα κόκκινον τῇ χειρὶ αὐτοῦ προσέδησε, φάσκουσα· Οὗτος ἐξελεύσεται πρῶτος· καὶ εὐθέως τὸ παιδίον τὴν χεῖρα ἕνδον συνήγαγε, καὶ ἐξῆλθε πρῶτος ὁ ἀδελφὸς αὐτοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς, ἐφ' ᾧ ἦν τὸ κόκκινον ἐν τῇ χειρὶ, καὶ ἐπωνομάσθη Ζαρά. Τούτων ἐτύγχανεν ὁ Ἰωσὴφ ἀπόγονος ὁ μνήστωρ τῆς ἀχράντου Μαρίας, ἐξ ἧς ὁ Χριστὸς τὸ σαρκίον ἀνείληφεν. Φαρὲς γὰρ, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ, ἐγέννησε τὸν Ἐσρὼμ,