1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

25

παραδείσῳ αὐτῆς καθεσθεῖσα. ἱκέτευε λέγουσα τῷ Θεῷ· «Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, εὐλόγησόν με, καὶ ἐπάκουσον τῆς δεήσεώς μου, καθὼς εὐλόγησας τὴν μήτραν Σάῤῥας, καὶ ἔδωκας αὐτῇ υἱὸν τὸν Ἰσαάκ.» Καὶ ταῦτα λέγουσα ἀφορᾷ εἰς τὸ δένδρον, καὶ θεασαμένη στρουθὸν τὰ νεοσσία ἑαυτοῦ πε 773 ριέποντα, πικρῶς στενάξασα, καὶ κωκύσασα εἶπε· «Ὦ δὴ, Κύριε, ὅτι οὐδὲ τοῖς πετεινοῖς τούτοις ὡμοίωμαι γονίμοις ὑπάρχουσι!» Καὶ ταῦτα βοώσης αὐτῆς πρὸς τὸν Θεὸν, ἄγγελος Κυρίου ἐπιφανεὶς αὐτῇ εὐαγγελίζεται αὐτῇ παιδοποιίαν. Ἡ δὲ ἀκούσασα εὐθὺς τὸ γεννηθὲν ἀναθεῖναι τῷ Θεῷ ἐπηγγείλατο. Τοιαῦτα δὲ καὶ τῷ Ἰωακεὶμ ὁ ἄγγελος ἐν τῷ ὄρει διεσήμανε. Καὶ καταβὰς Ἰωακεὶμ ἀπὸ τοῦ ὄρους, δέκα ἀμνάδων θυσίαν τῷ Κυρίῳ προσήνεγκε, καὶ τοῖς ἱερεῦσι μόσχους δεκαδύο, καὶ τῇ γερουσίᾳ καὶ παντὶ τῷ λαῷ ἑκατὸν χιμάρους. Καὶ ἐπιτελέσας τὰς θυσίας ταύτας ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀφικνεῖται εἰς τὸν οἶκον αὐτοῦ· καὶ γνοὺς τὴν γυναῖκα αὑτοῦ, ποιεῖ ἐξ αὐτῆς θυγατέρα, καὶ ὀνομάζει αὐτὴν Μαριὰμ, ἥντινα τριετῆ γενομένην τῷ ναῷ τοῦ Θεοῦ ἀφιέρωσαν. Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, οἱ ἱερεῖς συμβούλιον ἐποιήσαντο, τῶν τίνι αὐτὴν πρὸς γάμον συνάψωσι. Καὶ ἐπιτρέπουσι τὸν ἀρχιερέα Ζαχαρίαν, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθόντα, αἰτήσασθαι τὸν Θεὸν ἀποκαλύψαι αὐτῷ, τὸ τίνι προσήκει ζευχθῆναι αὐτήν. Καὶ τοῦ Ζαχαρίου εὐχομένου, ἄγγελος ἐπιφανεὶς σημαίνει πάντας συναγαγεῖ τοῦ λαῦ τοὺς χηρεύοντας, καὶ κατέχειν ἕκαστον ῥάβδον· καὶ ᾧ ἂν ὁ Θεὸς ἐπιδείξῃ σημεῖον, τούτῳ συνάψαι τὴν παρθένον. Ἐξελθὼν δὲ ὁ Ζαχαρίας ἐποίησεν οὕτως, καθὼς ὁ ἄγγελος αὐτῷ προσέταξε. Καὶ λαβὼν πάντων τὰς ῥάβδους αὐτῶν, ἀπῆλθεν ἐν τῷ ἱερῷ, καὶ προσηύξατο, καὶ ἐξελθὼν ἑκάστῳ τὴν ἰδίαν ῥάβδον ἀπένειμε. Τελευταῖον δὲ ἐπιδιδοὺς τὴν ῥάβδον τῷ Ἰωσὴφ, σημεῖον μέγα ἐγένετο. Ἀθρόως γὰρ τὴν ῥάβδον αὐτοῦ παρὰ τοῦ ἱερέως λαμβάνοντος, περιστερὰ ἐξέπτη ἀπὸ τῆς ῥάβδου, καὶ ἐπὶ τὴν κεφαλὴν ἐκαθέσθη τοῦ Ἰωσήφ· καὶ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ συνόντες ἱερεῖς, θαυμάσαντες τὸ γεγονὸς, αὐτὸν γενέσθαι μνηστῆρα τῆς κόρης ἔκριναν, ἣν λαβὼν ὁ Ἰωσὴφ ἐφύλασσε, καὶ καταλιπὼν ἐν τῷ οἴκῳ αὐτοῦ ἀφικνεῖται τὰς οἰκοδομὰς ἐκτελέσων· ἦν γὰρ τέκτων τῇ ἐπιστήμῃ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἔδοξε τοῖς ἱερεῦσι κατασκευασθῆναι ὑπὸ ἁγνῶν παρθένων τῷ ναῷ τοῦ Θεοῦ καταπέτασμα, καὶ εὑρέθησαν ἐν τῇ φυλῇ Ἰούδα παρθένοι ἑπτά. Καὶ τῆς Μαρίας δὲ μνησθεὶς Ζαχαρίας, ἐκέλευσε καὶ αὐτὴν παρεῖναι εἰς τὸν κατάλογον· καὶ εἰσαγαγὼν αὐτὰς εἰς τὸν οἶκον τοῦ Θεοῦ, κλῆρον βαλεῖν προσέταξε, ποίαν οἶσαι τὸν χρυσὸν καὶ τὸ ἀμίαντον καὶ τὴν βύσσον, καὶ τὸ σηρικὸν, καὶ τὴν ἀληθῆ πορφύραν, καὶ τὸν ὑάκινθον, καὶ τὸν κόκκον· καὶ ἐκληρώθη Μαρία τὴν πορφύραν καὶ τὸν κόκκον ἐργάζεσθαι. Καὶ δὴ ἐπὶ τοῦ οἴκου ἐργαζομένης αὐτῆς ἐπιφανεὶς ἄγγελος τὸν παράδοξον τόκον εὐαγγελίζεται αὐτῇ, καθὼς ἱστορεῖ τὰ Εὐαγγέλια. Τὸ γοῦν ὁρισθὲν αὐτῇ ἔργον ἐκτελέσασα, δίδωσι τῷ ἀρχιερεῖ, καὶ εὐλογηθεῖσα παρ' αὐτοῦ ἄπεισι· καὶ μετὰ χρόνον τίκτει τὸν Χριστὸν κατὰ σάρκα. Καὶ τῶν μάγων ἀπὸ Ἀνατολῆς ὡς βασιλεῖ προσκυνησάντων μετὰ δώρων αὐτῷ, ὁ Ἡρώδης ἐταράχθη, καὶ διενοεῖτο ἀνελεῖν παραχρῆμα αὐτόν. Ὁ δὲ ὑπὸ Ἰωσὴφ καὶ τῆς Μαρίας εἰς Αἴγυπτον ἀπεκομίσθη, καὶ τὸν ἐξ 776 Ἡρώδου διέφυγε θάνατον. Αὐτὸς δὲ, ἀγνοήσας τὴν φυγὴν, πάντα τὰ ἐν τῇ Βηθλεὲμ παιδία ἀναιρεθῆναι προσέταξεν· ἐν οἷς καὶ τὸν Ἰωάννην ἔτι νήπιον ὄντα ἀνελεῖν ἐσπούδαζεν. Ἡ δὲ Ἐλισάβετ, ἁρπάσασα αὐτὸν, εἰς τὴν ἔρημον ἔφυγε· καὶ εὐξαμένης αὐτῆς, διεσχίσθη τὸ ὅρος, καὶ μετὰ τοῦ παιδίου αὐτὴν ἐδέξατο, καὶ ἄγγελος τοῦ Θεοῦ διεφύλαττεν αὐτούς. Πέμπει γοῦν πρὸς Ζαχαρίαν ὁ Ἡρώδης· ∆ὸς τὸν υἱόν σου· ποῦ ἔκρυψας αὐτὸν, ἀπάγγειλόν μοι. Ὁ δὲ Ζαχαρίας ἀντεπιστέλλει φάσκων αὐτῷ· Ἐγὼ τῷ θυσιαστηρίῳ προσεδρεύων ἀεὶ, τί ἐγένετο ὁ υἱός μου οὐκ ἐπίσταμαι. Καὶ ὀργισθεὶς ὁ