1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

26

Ἡρώδης πάλιν ἐπέστελλεν αὐτῷ. ∆ὸς ἔξω, λέγων, τὸν υἱόν σου. Οὐκ οἶδας, ὅτι τὸ αἷμά σου ὑπὸ τὴν χεῖρά μού ἐστιν; Καὶ ὁ Ζαχαρίας ἔφη· Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Σὺ μὲν ἔχε μου τὸ αἷμα, τὸ δὲ πνεῦμά μου ὁ Θεός. ∆έξαι δὲ καὶ γίνωσκε, ὅτι ἀθῶον αἷμα ἐκχέεις εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Καὶ ὁ Ἡρώδης, ἐπὶ τούτοις ὀργισθεὶς, μεταξὺ τοῦ θυσιαστηρίου ἀναιρεθῆναι αὐτὸν πρὸ τοῦ διαφαῦσαι προσέταξεν, πρὸς τὸ μὴ ὑπὸ τοῦ λαοῦ κωλυθῆναι αὐτοῦ τὴν ἀναίρεσιν. Ὄρθρου δὲ οἱ ἱερεῖς παραγενόμενοι εἰς τὸν ναὸν, ἐξενίζοντο, κατὰ τὸ εἰωθὸς μὴ ὑπαντήσαντος αὐτοῖς τοῦ ἀρχιερέως, καὶ ἐπέμενον ἔξω. Ὥρας οὖν παρελκούσης, εἷς τις ἐξ αὐτῶν εἰσελθεῖν ἀπετόλμησεν. Ὁ δὲ θεωρεῖ αἷμα πεπηγὸς παρὰ τὸ θυσιαστήριον, καὶ ἀκούει φωνῆς λεγούσης· Ζαχαρίας πεφόνευται, καὶ οὐκ ἐξαλειφθήσεται τὸ αἷμα αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἔκδικος. Ἀκούων γοῦν ταῦτα ἔμφοβος ἐγένετο, καὶ ἐξελθὼν τοῖς ἱερεῦσιν ἀπήγγειλεν. Οἱ δὲ, εἰσελθόντες, τὸ μὲν σῶμα οὐκ εἶδον, εἰ μὴ τὸ αἷμα, καὶ τὰς στολὰς ἑαυτῶν διαῤῥήξαντες, ἐκόψαντο, καὶ τῷ λαῷ ἀνήγγειλαν, καὶ τρία νυχθήμερα ἐπ' αὐτῷ θρῆνον ἐποίησαν. Καὶ μετὰ ταῦτα Συμεῶνα εἰς τὴν τάξιν αὐτοῦ κλήρῳ κατέστησαν, ὃς ὑπῆρχεν ὑπὸ τοῦ ἁγίου Πνεύματος χρηματισθεὶς μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἄλλη δέ τις ἱστορία περὶ τοῦ Ζαχαρίου ἐμφέρεται· ὡς ἄρα ἦν τις περὶ τὸν ναὸν τόπος, ἔνθα μόνας τὰς παρθένους ἐξῆν εἰσιούσας προσκυνεῖν τῷ Θεῷ· τὰς δὲ γαμηθείσας μὴ εἶναι νόμιμον. Ἡ οὖν Μαρία, γεννήσασα τὸν Σωτῆρα, ἐλθοῦσα, ἔστη ἐν τῷ τόπῳ τούτῳ. Κωλυόντων οὖν αὐτὴν τῶν εἰδότων γεγεννηκυῖαν αὐτὴν, ὁ Ζαχαρίας ἔλεγεν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων. Ὡς οὖν παρανομοῦντα αὐτὸν εἰς τὸν τόπον τῶν παρθένων μεταξὺ τοῦ θυσιαστηρίου ἀπέκτειναν. Καὶ ταῦτα μὲν ὡς ἐν παρόδῳ ἐλέχθη. Ἰωσὴφ δὲ, ἀποδοθεὶς ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἀδελφῶν, θείᾳ ἐπινοίᾳ τῷ Φαραὼ διακρίνας ὀνείρατα, ἡγεμὼν πάσης τῆς Αἰγύπτου καθίσταται. Καὶ λιμοῦ πᾶσαν πιέζοντος τὴν γῆν, οἱ ἀδελφοὶ αὐτοῦ κατῆλθον εἰς Αἴγυπτον, σῖτον καὶ αὐτοὶ διὰ τὸν λιμὸν ὠνησόμενοι· καὶ ἀναγνωρισθεὶς αὐτοῖς Ἰωσὴφ, μεθιστᾷ 777 αὐτοὺς ἅμα τῷ πατρὶ Ἰακὼβ εἰς τὴν Αἴγυπτον παγγενῆ. Τῷ μὲν γὰρ Ῥουβὶν τέσσαρες παῖδες ἐγένοντο, Ἐνὼχ, Φαλὲς, Ἀῤῥὼμ, Χαρμεί· τῷ δὲ Συμεὼν ἓξ, Ἰεβουὴλ, Ἰαβὴν, Ἀὼδ, Ἀχιὴ, Σαδὴ, Σαούλ· καὶ τῶ Λευῒ τρεῖς, Γεδσὼν, Βωὰδ, καὶ Μεναρεί· τῷ δὲ Ἰούδα πέντε, Ἢρ, Αὐνὼν, οἵτινες, καθὼς προεγράφη, ἀπέθανον, Σηλὼμ, Φαρὲς, Ζαρά· τῷ δὲ Φαρὲς δύο, Ἀῤῥὼμ, καὶ Ἰεμοήλ· τῷ δὲ Ἰσσάχαρ τέσσαρες, Θαλὰ, Φονὰ, Ἰασοὺφ, Ζαβράν· τῷ Σαβουλὼν τρεῖς, Σερδὲρ, Ἀλδὼν, Αἰήλ· οἱ πάντες τριάκοντα τρεῖς, ἐκ τῆς Λείας τὸ γένος ἔχοντες, καὶ θυγατέρα ∆ίνα. Ἐγένοντο δὲ καὶ τῷ Γὰδ υἱοὶ ἑπτὰ, Σαφὼν, Ἄγγεις, Σαῦνις, Θασοβὰθ, Ἀήδις, Ἀνοήδης, Ἀρίλης· τῶδὲ Ἀσὴρ τέσσαρες, Ἰεμνὰ, Ἰοὺλ, Μερία, καὶ Σερὰθυγάτηρ· ἐκ δὲ τοῦ Βερία ἐγεννήθησαν Χοβὼρ, καὶ Μελχιήλ· οὗτοι πάντες ἓξ καὶ δέκα υἱοὶ Ζελφᾶς τῆς παιδίσκης Λείας, ἥτις εἰς ὄνομα τῆς Λείας τῷ Ἰακὼβ αὐτοὺς ἐγέννησεν. Ἐτέχθησαν δὲ καὶ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ παῖδες δύο, Μανασσῆς καὶ Ἐφραῒμ, οὓς ἔτεκεν αὐτῷ Ἀσινὲθ θυγάτηρ Πετεφρῆ Ἡλιοῦ. Καὶ ἐκ μὲν τοῦ Μανασσῆ ἐγεννήθη Μαχεὶρ ἐκ παλακῆς Συρίας τῷ γένει· ὁ δὲ Μαχεὶρ ἐγέννησε τὸν Γαλαάδ· ἐκ δὲ τοῦ Ἐφραῒμ ἐγεννήθησαν υἱοὶ Σουταλὰμ, Βὰδ, Λάμ. Ἐκ δὲ τοῦ Σουταλὰμ ἐγεννήθη Ἐδέν. Τῷ δὲ Βενιαμὶν καὶ αὐτῷ δύο παῖδες ἐγένοντο, Βαλλαχοβὼρ καὶ Ἀσσαήρ· ἐκ δὲ τοῦ Βαλλαχοβὼρ Γηρὰν, καὶ Νοεμὶν, καὶ Λάχης, καὶ Ἐσρὼμ, καὶ Μαμφί. Μαμφὶ δὲ ἐγέννησε τὸν Ἀράδ· οὗτοι υἱοὶ Ῥαχὴλ οἱ πάντες ὀκτωκαίδεκα. Υἱὸς δὲ ἐγένετο τῷ ∆άδ· τοῦ δὲ Νεφθαλεὶμ Ἀσιὴλ, καὶ Γοϋμὶν, καὶ Ἰσαὰρ, καὶ Συλήμ· οὗτοι υἱοὶ Βάλλας παιδίσκης Ῥαχὴλ οἱ πάντες ἑπτά. Ὁ δὲ μακάριος Ἰακὼβ ἔτη τὰ πάντα βιώσας ρμζʹ, ἐν Αἰγύπτῳ ἀπέθανε, πρότερον ἕκαστον τῶν υἱῶν αὐτοῦ διαφόροις εὐλογίαις εὐλογήσας. Καὶ τὴν μὲν εὐλογίαν τῶν πρωτοτόκων Ἰωσὴφ