1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

27

παρέσχετο, καὶ οὐχὶ Ῥουβίν· διότι ὁ μὲν Ἰωσὴφ μὴ εἴξας ἡδονῇ τῆς Αἰγυπτίας ἐδικαιώθη, ὁ δὲ Ῥουβὶν ἡττηθεὶς ἥμαρτεν· ἄλλως τε ὅτι καὶ ἐκ τῆς Ῥαχὴλ πρωτότοκος ὑπῆρχε, καὶ τῇ Ἰούδα φυλῇ ἀπεκλήρωσε τὴν βασιλείαν, καὶ οὐ τῇ τοῦ Ῥουβίν· διότι ὁ μὲν Ἰούδας ἐν γυναικὶ ὠνειδίσθη, ὁ δὲ ἐδικαιώθη, ὁμολογήσας εὐγνωμόνως ἑαυτὸν τυγχάνειν τῇ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ οὐ τὴν γυναῖκα. Ἀλλὰ καὶ κατὰ τοῦτο βασιλεύειν ἐτάχθη, ἐπειδὴ μόνη τῶν ἄλλων φυλῶν ἰταμωτέρα πρὸς ζῆλον καὶ ἐκδίκησιν Θεοῦ ἐτύγχανεν· διὸ καὶ ἐξ αὐτοῦ φῦναι προφητεύει τὸν Χριστὸν κατὰ σάρκα, καὶ τὴν κλῆσιν δι' αὐτοῦ τῶν ἐθνῶν. Καὶ τῷ Λευῒ δὲ τὴν ἀρχιερωσύνην μόνῳ ἀπένειμε, καθότι ὁ Ἀμρὰμ ἐξ αὐτοῦ φὺς, τὸ δόγμα τοῦ Φαραὼ παρεκρούσατο, καὶ τὸν υἱὸν ἑαυτοῦ τὸν Μωϋσῆν ἐζωοποίησε. Μόνον δὲ τὸν Ῥουβὶν πολὺν τῷ ἀριθμῷ ἐποίησε, διὰ τὸ μὴ συναινέσαι ἐπὶ τῇ Ἰωσὴφ ἐπιβουλῇ. Τελευτήσαντος γοῦν τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ, εἰς τὴν Χαναναίαν γῆν κηδεύουσιν ἀποκομίσαντες· ὁμοίως δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ πάντας. Ἐπὶ τέλει δὲ καὶ τὸν Ἰωσὴφ, τῆς Αἰγύπτου ἀποχωρήσαντες, κηδεύουσιν ἔνθα ὁ προπάτωρ αὐτῶν Ἀβραὰμ προκε 780 κήδευτο· ἐν ᾧ τόπῳ ὑπῆρχε καὶ ἡ τερέβινθος, ὑφ' ᾗ ἔκρυψεν Ἰακὼβ τῆς Λάβαν τὰ εἴδωλα, ἥτις ἔτι καὶ νῦν εἰς τιμὴν τῶν προγόνων ὑπὸ τῶν πλησιοχόρων θρησκεύεται· ἔστι γὰρ ἄχρι τοῦ δεῦρο παρὰ τὸν πρέμνον αὐτῆς βωμὸς, ἐφ' ὃν τά τε ὁλοκαυτώματα, καὶ τὰς ἑκατόμβας ἀνέφερον· εἶναί τε φασὶ ῥάβδον αὐτὴν ἑνὸς τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ, ἥνπερ τῷ τόπῳ τότε παρὼν ἐνεφύτευσε, καὶ ἐξ αὐτῆς ἡ ἀξιάγαστος ἐνεφύη [φ. ἀν-] τερέβινθος. Ὑπαφθεῖσα γὰρ ὅλη πῦρ γίνεται, καὶ νομίζεται τοῖς πᾶσιν εἰς κόνιν ἐκ τῆς φλογὸς ἀναλύεσθαι, καίτοι σβεσθεῖσα μέντοι ἀσινὴς ὅλη, καὶ ἀκέραιος δείκνυται. Μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἰωσὴφ, τῆς εὐποιίας ἀμνημονεύσαντες οἱ Αἰγύπτιοι, ποικίλαις συμφοραῖς τὸ γένος τῶν Ἰσραηλιτῶν ὑπέβαλον, φθόνῳ καὶ ζήλῳ πρὸς αὐτοὺς διακείμενοι. Οἱ γὰρ Ἰσραηλῖται πρὸς πόνους ὄντες καρτεροὶ, ἀρετῇ καὶ πλούτῳ τοὺς Αἰγυπτίους διήνεγκαν, ἐκείνων εἰς μέθην κεχαυνωμένων καὶ ἀργίαν, καὶ ῥᾳθυμίᾳ πεπεδημένων ἀεί. Εἷς δέ τις τῶν παρ' Αἰγυπτίοις ἱερογραμματέων προσημαίνει τῷ Φαραὼ τεχθήσεσθαι παρὰ τοῖς Ἰσραηλίταις τινὰ, ὃς πᾶσαν μὲν ταπεινώσει τὴν Αἴγυπτον, αὐξήσει δὲ ἐπὶ μέγα προκοπῆς τὸ οἰκεῖον ἔθνος, ἀειμνημόνευτον δόξαν κτησάμενος. Καὶ διὰ τοῦτο παντοίως τοὺς Ἑβραίους ὁ Φαραὼ ἀπολέσαι διενοεῖτο· ἔργα μὲν αὐτοῖς προστάττων ἐπιμοχθεύειν, τειχίζειν δὲ πάσας τῆς Αἰγύπτου τὰς πόλεις, καὶ τὸν ποταμὸν εἰς πολλὰς διατέμνειν διωρυγάς· καὶ χώματα ἐγείρειν, κελεύων, ὅπως κατὰ μηδὲν τὴν πόλιν ἐπιλιμνίζων λυμαίνηται· πρὸς δὲ τούτοις καὶ πυραμίδας ἐγείρειν, καὶ τὰ παρ' αὐτοῖς τικτόμενα βρέφη κατακρημνίζειν ἐπὶ τοῦ ποταμοῦ ἀπεφήνατο, οἰόμενος καὶ τὸν θεσπισθέντα καταλῦσαι τὴν Αἴγυπτον ἀραιρήσειν [φ. καθαιρήσειν] ἐπὶ τοῦ ποταμοῦ. Ὑπῆρχεν οὖν τις ἐκ τῆς φυλῆς τοῦ Λευῒ Ἀμρὰμ ὀνόματι, ὃς γυναῖκα τὴν Ἰωχαβὲθ κτησάμενος, ἐξ αὐτῆς τὸν θεσπέσιον Μωϋσῆν ἐγέννησε, καὶ ἔκρυπτεν αὐτὸν ἐπὶ χρόνον τινά. Ὡς δὲ εἶδε τὸν νόμον τοῦ βασιλέως ἐπικρατοῦντα σφοδρότερον, δεδοικὼς μὴ κατάφωρος γένηται, εἰς θήκην ἐμβαλὼν τὸ παιδίον, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἐκτίθεται. Καὶ ἡ θυγάτηρ τοῦ Φαραὼ, λουτροῦ χάριν ἀφικομένη, θεωρήσασα τὴν θήκην ἀνοίγει, καὶ πρὸς τὸ κάλλος τοῦ παιδίου ἡσθεῖσα εἰσεποιήσατο ἀποροῦσα παιδός· καὶ πολλὰς τροφοὺς συγκαλέσασα τῶν Αἰγυπτίων, οὐκ εἶχεν ὅπως τὸ παιδίον ἐκθρέψειεν· οὐδεμιᾶς γὰρ αὐτῶν μαζὸν προσίετο. Ἐπὶ τέλει γοῦν ἡ μήτηρ, ἀνεῖσα κρύβδην τῇ βασιλίσσῃ, γαλουχεῖν προσετάχθη· μόνης γὰρ αὐτῆς τὸν μαζὸν προσεδέξατο, ἐξ αὐτῶν, οἶμαι, σπαργάνων τὸ μὲν οἰκεῖον γένος προσιέμενον, τὸ δὲ ἀλλότριον μυσαττόμενον. Ἀνδρωθέντα γοῦν αὐτὸν, Μωϋσῆν προσεῖπεν ἡ Θέρμουθις