1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

33

Ἑβδομήκοντα γὰρ βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν ἐκκεκομμένοι, ὑποκάτω ἦσαν τῆς τραπέζης μου τὰ ἐμπίπτοντα ἀναλέγοντες.» Κομισθεὶς οὖν εἰς Ἱερουσαλὴμ παραυτίκα ἀπέθανε. Τῇ δὲ φυλῇ Ἐφραῒμ τὴν τῶν Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Σαμαραίων· καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν τῶν Γερσαίων, καὶ Ἀμοῤῥαίων γῆν ἀπένειμεν Ἰησοῦς· τὴν δὲ τῶν Ἑβραίων, καὶ Ἀμοῤῥαίων, καὶ Ἰεβουσαίων τῇ τοῦ Βενιαμὶν ἐκληροδότησε· τῇ δὲ τοῦ Συμεὼν τὴν τῶν Ἑβραίων καὶ Φερεζαίων· καὶ τῇ τοῦ Ζαβουλὼν τὴν τῶν Φερεζαίων· τὴν δὲ τῶν Κιναίων τῇ Νεφθαλείμ· καὶ τῇ φυλῇ τοῦ ∆ὰν τὴν Ἀμοῤῥαίων· τῇ δὲ φυλῇ Ἰσσάχαρ, καὶ τῇ φυλῇ Ἀσὴρ τὴν τῶν Φερεζαίων. Ταύτην πᾶσαν διανείμας τὴν γῆν Ἰησοῦς ρʹ καὶ ιʹ βιώσας ἔτη, ἀπέθανεν, Ἐλεαζάρου δὲ τοῦ υἱοῦ Ἀαρὼν τελευτήσαντος τὴν ἀρχιερωσύνην Φινὲς ὁ υἱὸς αὐτοῦ διεδέξατο. Μετὰ δὲ τὴν τελευτὴν Ἰησοῦ Ναυῆ οἱ Ἰσραηλῖται, ἀποστάντες τοῦ Θεοῦ, τῇ Ἀστάρτῃ ἐλάτρευσαν καὶ παρέδωκεν αὐτοὺς ὑποχειρίους ὁ Θεὸς Χουσαρθὰν τῷ Σύρων βασιλεῖ, ὅστις εἰς πολλὴν συνοχὴν αὐτοὺς κατέστησεν, ὡς ἐπὶ πολὺ καταπονηθέντας αὐτοὺς βοῆσαι πρὸς τὸν Θεὸν, καὶ δοθῆναι αὐτοῖς κριτάς.