1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

τοῦτον ἔχω διὰ τὸν Κύριον, ἀλλ' οὗτος ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χάριν φιλοξενεῖν ὑποβάλλοντος. Πάλιν· ἔχω φιλοξενίας λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ οὗτος ἐπελθόντος κρείττονος λογισμοῦ διατέμνεται, τοῦ πρὸς τὸν Κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος, καὶ μὴ δι' ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς ἀναγκάζοντος. Ἂν οὗν διὰ τῶν ἔργων λοιπὸν τοῖς προτέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι, μόνων τῶν προτέρων τεθέντων λογισμῶν ἕξομεν τοὺς μισθοὺς, διότι ἄνθρωποι ὄντες, καὶ παλαίοντες δαίμοσιν, ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύομεν, οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον, 79.1209 ἀρετῶν σπέρματα κεκτημένοι. Πλὴν ἐάν τις χρονίσῃ τῶν τεμνόντων λογισμῶν ἐν τῇ χώρᾳ τοῦ πειραζομένου καθίσταται, καὶ κατ' ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ ἄνθρωπος κινούμενος ἐνεργήσει. Τῶν ἀγγελικῶν λογισμῶν, καὶ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ δαιμόνων ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρήσεως ἐγνώκαμεν εἶναι, ὅτι πρῶτον μὲν οἱ ἀγγελικοὶ τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται, καὶ τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λογισμούς. Οἷον, τίνος χάριν γεγένηται ὁ χρυσὸς, καὶ διὰ τί ψαμμώδης, καὶ κάτω που τοῖς μορίοις τῆς γῆς ἐγκατέσπαρται, καὶ μετὰ πολλοῦ καμάτου, καὶ πόνου εὑρίσκεται; ὅπως τε εὑρεθεὶς ὕδατι πλύνεται, καὶ πυρὶ παραδίδοται, καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται χεῖρας, τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν, καὶ τὸ θυμιατήριον, καὶ τὰς θυΐσκας, καὶ τὰς φιάλας, ἐν αἷς οὐκέτι νῦν πίνει διὰ τὴν χάριν τοῦ Σωτῆρος ἡμῶν ὁ Βαβυλώνιος βασιλεύς, Κλεόπα δὲ φέρει καρδίαν καιομένην ὑπὸ τούτων μυστηρίων. Ὁ δὲ δαιμονιώδης λογισμὸς, ταῦτα μὲν οὔτε οἶδεν, οὔτε ἐπίσταται· μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου ὑποβάλλει, καὶ τὴν ἐκ τούτου τρυφήν τε καὶ δόξαν ἐσομένην προλέγει· ὁ δὲ ἀνθρώπινος λογισμὸς, οὐδὲ τὴν κτῆσιν ἐπιζητεῖ, οὔτε τίνος περιεργάζεται σύμβολον ὁ χρυσὸς, ἀλλὰ μόνον εἰς τὴν διάνοιαν τοῦ χρυσοῦ τὴν μορφὴν εἰσφέρει ψιλὴν, πάθους πλεονεξίας κεχωρισμένην· ὁ δὲ αὐτὸς λόγος, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ῥηθήσεται, κατὰ τὸν κακόνα τοῦτον μυστικῶς γυμναζόμενος.

ΚΕΦΑΛ. Ηʹ. Ἔστι δαίμων, πλάνος λεγόμενος, καὶ ὑπὸ τὴν ἕω μάλιστα τοῖς

ἀδελφοῖς παρίσταται, ὅστις περιάγει τοῦ ἀναχωρητοῦ τὸν νοῦν ἀπὸ πόλεως εἰς πόλιν, καὶ ἀπὸ οἰκίας εἰς οἰκίαν, καὶ ἀπὸ κώμης εἰς κώμην, ψιλὰς δῆθεν πρῶτον τὰς συντυχίας ποιούμενον, καὶ γνωρίμοις τισὶ τυγχάνοντα, καὶ λαλοῦντα μακρότερα, καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν διαφθείροντα, καὶ μακρὰν γινόμενον, κατ' ὀλίγον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀρετῆς, καὶ τοῦ ἐπαγγέλματος λήθην λαμβάνοντα. ∆εῖ οὖν τὸν ἀναχωροῦντα, τοῦτον τηρεῖν, πόθεν τε ἄρχεται, καὶ ποῦ καταλήγει· οὐ γὰρ εἰκῆ, οὐδὲ ὡς ἔτυχε μακρὸν ἐκεῖνον κύκλον ἐργάζεται, ἀλλὰ τὴν κατάστασιν τοῦ ἀναχωρητοῦ διαφθείρειν βουλόμενος, ταῦτα ποιεῖ, ἵνα ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς, καὶ ἐκ τῶν πολλῶν συντυχιῶν μεθυσθεὶς εὐθέως τῷ τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ, οἵτινες μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν λαμπρότητα. Ἀλλ' ἡμεῖς, εἴπερ ἔχομεν σκοπὸν τοῦ γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως φθεγξώμεθα πρὸς αὐτὸν, μηδὲ δεικνύωμεν τὰ γινόμενα, πῶς κατὰ τὴν διάνοιαν τὰς συντυχίας ἐργάζεται, καὶ τίνα τρόπον κατ' ὀλίγον συνελαύνει τὸν νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ' ἡμῶν· 79.1212 ὁρᾶσθαι γὰρ ταῦτα πράττων οὐ καταδέχεται· καὶ οὐδὲν λοιπὸν εἰσόμεθα ὧν μαθεῖν ἐσπουδάκαμεν. Ἀλλὰ καὶ ἄλλην μίαν ἡμέραν, ἢ καὶ δευτέραν συγχωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶγμα, ἵνα ἀκριβῶς μαθόντες αὐτοῦ τὸ σκαιώρημα, λόγῳ μετὰ ταῦτα ἐλέγξαντες αὐτὸν φυγαδεύσωμεν.