1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

ΚΕΦΑΛ. Θʹ. Ἀλλ' ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμβαίνει, τεθολωμένον ὄντα τὸν νοῦν μὴ ἀκριβῶς ἰδεῖν τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο γινέσθω· καθεσθεὶς καθ' ἑαυτὸν, μνημόνευσον τῶν συμβεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω καὶ ποῦ ἐπορεύθης, καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύματος τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῆς λύπης, καὶ πῶς πάντα γέγονε τὰ γινόμενα, καὶ σαφῶς ταῦτα κατάμαθε, καὶ παράδος τῇ μνήμῃ ἵνα ἔχῃς ἐλέγχειν αὐτὸν προσιόντα, καὶ τὸν κρυπτόμενον ὑπ' αὐτοῦ τόπον καταμήνυε, καὶ οὐκ ἀκολουθήσεις αὐτῷ λοιπόν. Εἰ δὲ βούλει ποτὲ καὶ εἰς μανίαν προκαλέσασθαι, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα, καὶ τὸν πρῶτον τόπον εἰς ὃν εἰσῆλθε φανέρωσον, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, πάνυ γὰρ χαλεπαίνει μὴ φέρων τὴν αἰσχύνην· ἀπόδειξις δὲ ἔσται τοῦ καιρίως σε φθέγξασθαι πρὸς αὐτὸν, τὸ πεφευγέναι τὸν λογισμὸν ἀπὸ σοῦ· ἀδύνατον γὰρ λοιπὸν στῆναι αὐτὸν φανερῶς ἐλεγχόμενον. Τοῦτον δὲ ἡττηθέντα τὸν τῆς πλάνης δαίμονα διαδέχεται ὕπνος βαρύτατος, καὶ νέκρωσις μετὰ ψυχρότητος πολλῆς τῶν βλεφάρων, καὶ χασμοὶ ἄπειροι, καὶ ὦμοι βαρούμενοι, καὶ ναρκῶντες, ἅπερ τῇ συντόνῳ προσευχῇ διαλύσει τὸ Πνεῦμα τὸ ἅγιον.

ΚΕΦΑΛ. Ιʹ. Πάνυ τὸ μῖσος τὸ κατὰ τῶν δαιμόνων ἡμῖν πρὸς σωτηρίαν

συμβάλλεται, καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἐστιν ἐπιτήδειον· ἀλλὰ τοῦτο ἐκτρέφειν ἐν ἑαυτοῖς, ὥσπερ τι γέννημα ἀγαθὸν οὐκ ἰσχύομεν, τῶν φιληδόνων πνευμάτων διαφθειρόντων αὐτὸ, καὶ πρὸς φιλίαν, καὶ συνήθειαν πάλιν τὴν ψυχὴν ἐκκαλουμένων· ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον δὲ τὴν δυσίατον γάγραιναν ὁ ἰατρὸς τῶν ψυχῶν δι' ἐγκαταλείψεως θεραπεύει· συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν ἡμᾶς ὑπ' αὐτῶν νύκτωρ ἢ μεθ' ἡμέραν, καὶ πάλιν ἡ ψυχὴ πρὸς τὸ ἀρχέτυπον μῖσος ἐπανατρέχει διδασκομένη πρὸς τὸν Κύριον λέγειν, κατὰ τὸν ∆αβὶδ, τὸ, «Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς ἐχθροὺς, ὁ μήτε κατ' ἐνέργειαν, μήτε κατὰ διάνοιαν ἁμαρτάνων· ὅπερ τῆς πρώτης, καὶ τῆς μεγίστης ἐστὶν ἀπαθείας τεκμήριον.

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ δὲ τοῦ δαίμονος, τοῦ τὴν ψυχὴν ἀναισθητεῖν ποιοῦντος, τί

δεῖ λέγειν; Ἐγὼ γὰρ δέδοικα καὶ γράφειν περὶ αὐτοῦ, πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται καταστάσεως· παρὰ γὰρ τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ, καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν εὐλάβειαν 79.1213 ἀποδύεται, καὶ τὴν ἁμαρτίαν, οὐχ ἁμαρτίαν εἶναι λογίζεται, καὶ τὴν παρανομίαν οὐ νομίζει παρανομίαν, κολάσεως δὲ καὶ κρίσεως αἰωνίου, ὡς ψιλοῦ ῥήματος μέμνηται, καταγελᾷ δὲ ὄντως σεισμοῦ πυρφόρου, καὶ Θεὸν μὲν δῆθεν ὁμολογεῖ, τί δὲ προσέταξεν οὐκ ἐπίσταται· τύπτεις εἰς τὰ στήθη, κινουμένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὕτη οὐκ αἰσθάνεται. Ἀπὸ Γραφῶν διαλέγῃ, καὶ ὅλη πεπώρωται, καὶ οὐκ ἀκούει· ὄνειδος αὐτῇ τὸ παρὰ τῶν ἀνθρώπων προσφέρεις, καὶ οὐ λογίζεται τὴν παρὰ τοῖς ἀνθρώποις αἰσχύνην, καὶ αὕτη ὅλως οὐ συνίησι, δίκην χοίρου καμμύσαντος ὀφθαλμοὺς, καὶ τὸν φραγμὸν διακόπτοντος· τοῦτον δὲ τὸν δαίμονα κενοδοξίας χρονίσαντες ἐπάγουσι λογισμοὶ, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Καὶ γὰρ τῶν σπανίως παραβαλλόντων τοῖς ἀδελφοῖς, ἐστὶ καὶ ἡ αἰτία πρόδηλος· ἐπὶ συμφοραῖς γὰρ ἑτέρων ἢ ἐν νόσοις πιεζομένων, ἢ ἐν φυλακαῖς δυστυχούντων, ἢ αἰφνιδίοις περιπιπτόντων θανάτοις, φυγαδεύεται οὗτος, τῆς ψυχῆς κατὰ μικρὸν κατανυσσομένης, καὶ εἰς συμπάθειαν ἐρχομένης, καὶ διαλυομένου τοῦ δαιμονίου πωρώματος, ὧν ἡμεῖς ἀποροῦμεν διὰ τὴν ἔρημον, καὶ τὴν σπάνιν τῶν παρ' ἡμῖν ἀσθενούντων.