1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

ΚΕΦΑΛ. ΙΒʹ. Τοῦτον τὸν δαίμονα μάλιστα φυγαδεύων ὁ Κύριος ἐν τοῖς

Εὐαγγελίοις προσέταξεν ἀσθενοῦντας ὁρᾷν, καὶ τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι· «Ἀσθενὴς γὰρ ἤμην, φησὶ, καὶ ἐπεσκέψασθέ με, καὶ ἐν φυλακῇ καὶ ἤλθετε πρός με.» Πλὴν τοῦτο ἰστέον, εἴ τις τῶν ἀναχωρητῶν, περιπεσὼν τούτῳ τῷ δαίμονι, λογισμοὺς οὐκ ἔλαβε πορνικοὺς, ἢ τὸν οἶκον ἀκηδίας οὐ κατέλιπεν, οὗτος σωφροσύνην, καὶ ὑπομονὴν ἀπ' οὐρανῶν ἐδέξατο κατελθούσας, καὶ μακάριός ἐστι τῆς τοιαύτης καταξιωθεὶς ἀπαθείας. Ὅσοι δὲ τῶν ἐπαγγελλομένων θεοσέβειαν, καὶ κοσμικοῖς συναυλίζεσθαι προαιροῦνται, φυλαττέσθωσαν τούτου τοῦ δαίμονος. Ἐγὼ γὰρ περὶ αὐτοῦ πλέον τι λέγειν, ἢ γράφειν, καὶ τοὺς ἀνθρώπους αἰσχύνομαι.

ΚΕΦΑΛ. ΙΓʹ. Πάντες οἱ δαίμονες φιλήδονον διδάσκουσι τὴν ψυχήν· μόνος δὲ

ὁ τῆς λύπης δαίμων, τοῦτο πράττειν οὐ καταδέχεται, ἀλλὰ καὶ τῶν εἰσελθόντων τοὺς λογισμοὺς διαφθείρει, πᾶσαν ἡδονὴν περικόπτων καὶ ξηραίνων αὐτὴν διὰ τῆς λύπης. Εἴπερ ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ, καὶ μετρίως μὲν πολεμῶν δόκιμον τὸν ἀναχωρητὴν ἀπεργάζεται· πείθει γὰρ αὐτὸν μηδὲν τῶν κόσμου τούτου προσίεσθαι, καὶ πᾶσαν ἡδονὴν περιίστασθαι, πλεῖον δὲ προσκαρτερῶν, γεννᾷ λογισμοὺς ὑπεξάγειν ἑαυτὸν τῇ ψυχῇ συμβουλεύοντας, ἢ φεύγειν τῶν τόπων μα79.1216 κρὰν ἀναγκάζοντας· ὅπερ λελόγισταί ποτε, καὶ πέπονθε καὶ ὁ ἅγιος Ἰὼβ ὑπὸ τούτου παρενοχλούμενος τοῦ δαίμονος· «Εἴθε γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.» Τούτου τοῦ δαίμονος σύμβολόν ἐστιν ἡ ἔχιδνα, τὸ θηρίον, ἧς ἡ φύσις φιλανθρώπως διδομένη, τοὺς τῶν ἄλλων θηρίων ἰοὺς διαφθείρει, ἀκρατῶς δὲ λαμβανομένη καὶ αὐτὸ διαφθείρει τὸ ζῶον. Τούτῳ τῷ δαίμονι παρέδωκεν ὁ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα, διὸ καὶ γράφει πάλιν σπουδαίως· «Κυρώσατε, λέγων τοῖς Κορινθίοις, εἰς αὐτὸν ἀγάπην, ἵνα μή ποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Ἀλλ' οἶδε τοῦτο θλίβον τοὺς ἀνθρώπου τὸ πνεῦμα καὶ μετανοίας αὐτοῖς ἀγαθῆς πρόξενον γίνεσθαι· ὅθεν καὶ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστὴς, τοὺς ὑπὸ τούτου κεντουμένους τοῦ δαίμονος, καὶ προσφεύγοντας τῷ Θεῷ· «Γεννήματα ἐχιδνῶν, φησὶ, τίς ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Πλὴν πᾶς ὁ τὸν Ἀβραὰμ μιμησάμενος, καὶ ἐξελθὼν ἐκ τῆς γῆς αὐτοῦ, καὶ ἐκ τῆς συγγενείας, αὐτὸς καὶ τούτου τοῦ δαίμονος γέγονεν ἰσχυρότερος.

ΚΕΦΑΛ. Ι∆ʹ. Εἴ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκράτηκεν, εἰ δέ τις

τούτῳ τῷ πάθει δεδούλωται, οὗτος μοναδικοῦ βίου ἐστὶ παντελῶς ἀλλότριος, καὶ ξένος τῶν ὁδῶν τοῦ Σωτῆρος ἡμῶν· εἴπερ αὐτὸς ὁ Κύριος ἡμῶν λέγεται διδάσκειν τοὺς πραεῖς τὰς ὁδοὺς αὐτοῦ· διὸ καὶ δυσθήρατος γίνεται τῶν ἀναχωρούντων ὁ νοῦς, εἰς τὸ τῆς πραότητος φεύγων πεδίον· οὐδεμίαν γὰρ τῶν ἀρετῶν σχεδὸν οὕτω δεδοίκασιν οἱ δαίμονες, ὡς πραΰτητα· ταύτην γὰρ καὶ Μωϋσῆς ἐκεῖνος ἐκέκτητο, πραῢς παρὰ πάντας τοὺς ἀνθρώπους κληθείς. Καὶ ὁ ἅγιος δὲ ∆αβὶδ ἀξίαν ταύτην τῆς τοῦ Θεοῦ μνήμης ἀπεφθέγξατο εἶναι· «Μνήσθητι Κύριε, λέγων, τοῦ ∆αβὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.» Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ μιμητὰς ἡμᾶς ἐκέλευσε γενέσθαι τῆς ἐκείνου πραότητος· «Μάθετε ἀπ' ἐμοῦ, λέγων, ὅτι, πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἰ δέ τις βρωμάτων μὲν, καὶ πομάτων, ἀπέχοιτο, θυμὸν δὲ λογισμοῖς πονηροῖς ἐρεθίζει, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην, διὸ προσεκτέον, ὅση δύναμις,