1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

λογισμὸς, τοῦτον δίελε εἴς τε τὸν ὑποδεξάμενον αὐτὸν νοῦν, καὶ εἰς τὸ νόημα τοῦ χρυσίου, καὶ εἰς αὐτὸν τὸν χρυσὸν, καὶ εἰς τὸ φιλάργυρον πάθος· καὶ λοιπὸν ἐρώτα τί τούτων ἐστὶν ἁμαρτία, πότερον ὁ νοῦς; καὶ πῶς; ἔστιν εἰκὼν Θεοῦ. Ἀλλὰ τὸ νόημα τοῦ χρυσοῦ; καὶ τοῦτο τίς ἂν εἴποι νοῦν ἔχων ποτέ; ἀλλ' αὐτὸς ὁ χρυσός ἐστιν ἁμαρτία; καὶ τίνος χάριν γεγένηται; ἕπεται τοίνυν, ὅπερ οὐκ ἔστι μὲν πρᾶγμα ὑφεστὼς κατ' οὐσίαν, οὐδὲ νόημα πράγματος, οὐδὲ νοῦς πάλιν ἀσώματος, ἀλλ' ἡδονή τις μισάνθρωπος, ἐκ τοῦ αὐτεξουσίου τικτομένη, καὶ κακῶς κεχρῆσθαι, τοῖς τοῦ Θεοῦ κτίσμασι τὸν νοῦν ἀναγκάζουσα, ἣν καὶ περιτέμνειν ὁ τοῦ Θεοῦ νόμος πεπίστευται. Καὶ ταῦτά σου διερευνωμένου, φθαρήσεται μὲν ὁ λογισμὸς εἰς τὴν ἰδίαν ἀναλυόμενος θεωρίαν, φεύξεται δὲ ἀπὸ σοῦ τὸ δαιμόνιον, τῆς διανοίας σου ὑπὸ ταύτης τῆς γνώσεως εἰς ὕψος ἀρθείσης.

ΚΕΦΑΛ. Κʹ. Εἰ δὲ βούλει χρήσασθαι μὲν τῇ ἐκείνου ῥομφαίᾳ, ἐπιποθεῖς δὲ

πρῶτον διὰ τῆς σῆς σφενδόνης τοῦτον χειρώσασθαι. Ἔκβαλλε καὶ σὺ λίθον ἐκ τοῦ ποιμενικοῦ σου κωδίου, καὶ τούτου ζήτει τὴν θεωρίαν. Πῶς ἄγγελοι μὲν, καὶ δαίμονες τῷ ἡμετέρῳ παραβάλ79.1224 λουσι κόσμῳ, ἡμεῖς δὲ τοῖς αὐτῶν κόσμοις οὐ παραβάλλομεν· οὔτε γὰρ ἀγγέλους Θεῷ συνάπτειν πλέον δυνάμεθα, οὔτε δαίμονας ἀκαθάρτους μᾶλλον ποιεῖν προαιρούμεθα. Καὶ πῶς ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων εἰς τὴν γῆν κατεῤῥίφη, καὶ ἥγηται μὲν τὴν θάλασσαν ὡς ἐξάλειπτρον, τὸν δὲ Τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον, ἀναζεῖ δὲ τὴν ἄβυσσον ὥσπερ χαλκίον, πάντας ἐκταράσσων διὰ τῆς κακίας αὐτοῦ, καὶ πάντων ἄρχειν βουλόμενος; Τούτων γὰρ τῶν πραγμάτων ἡ θεωρία πάνυ τιτρώσκει τὸν δαίμονα, καὶ πᾶσαν αὐτοῦ τὴν παρεμβολὴν φυγαδεύει. Ἀλλὰ ταῦτα μὲν τῶν ἠρέμα κεκαθαρμένων μόνων συμβαίνει, καὶ βλεπόντων ποσῶς τοὺς λόγους τῶν γεγονότων. Οἱ δὲ ἀκάθαρτοι τὴν θεωρίαν τούτων οὐκ ἴσασιν, οὐδὲ εἰ μαθόντες παρ' ἑτέρων κατεπᾴδοιεν ἀκουσθήσονται, πολλοῦ κονιορτοῦ, καὶ θορύβου διὰ τὰ πάθη συνισταμένου κατὰ τὸν πόλεμον. ∆εῖ γὰρ πάντως τὴν παρεμβολὴν τῶν ἀλλοφύλων μικρὸν ἠρεμῆσαι, ἵνα μόνον ὁ Γολιὰθ ἀπαντήσῃ τῷ ἡμετέρῳ ∆αβίδ. Ὡσαύτως δὲ καὶ τῇ διαιρέσει, καὶ τῷ εἴδει τούτῳ τοῦ πολέμου χρησώμεθα καὶ ἐπὶ πάντων ἀκαθάρτων λογισμῶν.

ΚΕΦΑΛ. ΚΑʹ. Τῶν ἀκαθάρτων δαιμόνων, οἱ μὲν τὸν ἄνθρωπον, ὡς ἄνθρωπον

ἐκπειράζουσιν, οἱ δὲ τὸν ἄνθρωπον, ὡς ζῶον ἄλογον ἐκταράσσουσι, καὶ οἱ μὲν πρῶτοι παραβάλλοντες, κενοδοξίας, ἢ ὑπερηφανίας ἢ φθόνου, ἢ κατηγορίας ἡμῖν ἐμβάλλουσι νοήματα, ἅπερ οὐδενὸς ἅπτεται τῶν ἀλόγων· οἱ δὲ δεύτεροι, προσεγγίζοντες, θυμὸν, ἢ ἐπιθυμίαν παρὰ φύσιν κινοῦσι. Ταῦτα γὰρ τὰ πάθη κοινὰ ἡμῶν, καὶ τῶν ἀλόγων ζώων τυγχάνουσιν, ὑπὸ τῆς λογικῆς καλυπτόμενα φύσεως. ∆ιὸ λέγει καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πρὸς μὲν τοῖς ἀνθρωπίνοις περιπίπτοντας λογισμοῖς, «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Πρὸς δὲ τοὺς κινουμένους ἀλόγως, τί φησι; «Μὴ γίνεσθε ὡς ἵππος, καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Πρόδηλον, ὅτι οἱ μὲν ἄνθρωποι ὡς ἄνθρωποι ἀποθνήσκοντες, ὑπὸ ἀνθρώπων ταφήσονται, οἱ δὲ ὡς ἄλογοι θανατούμενοι, ἤτοι πίπτοντες, ὑπὸ γυπῶν, ἢ κοράκων βρωθήσονται, ὧν οἱ νεοσσοὶ, οἱ μὲν ἐπικαλοῦνται τὸν Κύριον, οἱ δὲ φύρονται ἐν αἵμασιν. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

ΚΕΦΑΛ. ΚΒʹ. Ὅταν τινὲς τῶν ἀκαθάρτων λογισμῶν ταχέως φυγαδευθῶσιν,

ζητήσωμεν τὴν αἰτίαν πόθεν τοῦτο συμβέβηκε· πότερον διὰ τὴν σπάνιν τοῦ