1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

πράγματος, τοῦ δυσπόριστον εἶναι τὴν ὕλην, ἢ διὰ τὴν προσοῦσαν ἡμῖν ἀπάθειαν οὐκ ἴσχυσαν καθ' ἡμῶν οἱ ἐχθροί; Οἷον, εἴ τις τῶν ἀναχωρούντων ἐνθυμηθείη ὑπὸ δαίμονος, τῆς πρώτης πόλεως πνευματικὴν κυβέρνησιν 79.1225 πιστευθῆναι, οὗτος δῆλον, ὅτι οὐ χρονίσει τὸν λογισμὸν τοῦτον φανταζόμενος, καὶ ἡ αἰτία ἐκ τῶν λεγομένων γίνεται γνώριμος· εἰ δέ τις πόλεως, καὶ τῆς τυχούσης γίνεται, καὶ ὁμοίως λογίζεται, οὗτος μακάριος τῆς ἀπαθείας ἐστίν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν εὑρεθήσεται ὁ τοιοῦτος τρόπος ἐξεταζόμενος. Ταῦτα δὲ ἀναγκαῖον εἰδέναι πρὸς τὴν ἡμετέραν προθυμίαν, καὶ δύναμιν, ἵνα εἴδωμεν, πότερον ἢ τὸν Ἰορδάνην παρήλθομεν, καὶ ἐγγύς ἐσμεν τῆς πόλεως τῶν Φοινίκων, ἢ ἔτι ἐν τῇ ἐρήμῳ διάγομεν, καὶ ὑπὸ τῶν ἀλλοφύλων τυπτόμεθα. Πάνυ γὰρ ποικίλος μοι φαίνεται τῆς φιλαργυρίας ὁ δαίμων, καὶ πρὸς ἀπάτην εὐμήχανος, ὃς πολλάκις στενωθεὶς ὑπὸ τῆς ἄκρας ἀποταγῆς, τὸν οἰκονόμον εὐθὺς, καὶ φιλόπτωχον ὑποκρίνεται, καὶ τοὺς μηδέπω παρόντας ὑποδέχεται ξένους γνησιώτερον, καὶ ἄλλοις λειπομένοις ἀποστέλλει διακονίαν, καὶ δεσμωτήρια πόλεως ἐπισκέπτεται, καὶ τοὺς πιπρασκομένους δῆθεν ἐξαγοράζει, γυναιξί τε κολλᾶται πλουσίαις, καὶ τοὺς εὖ παθεῖν ὀφείλοντας ὑποδείκνυσι, καὶ ἄλλους πάλιν ἀποτάξασθαι νουθετεῖ βαλάντιον ἀδρὸν κεκτημένους, καὶ οὕτως ἐξαπατήσας κατὰ μικρὸν τὴν ψυχὴν, τῆς φιλαργυρίας αὐτὴν λογισμοῖς ὑποβάλλει, καὶ τῷ τῆς κενοδοξίας παραδίδωσι δαίμονι

ΚΕΦΑΛ. ΚΓʹ. Ὡς πλῆθος εἰσάγει τῶν δοξαζόντων ἐπὶ ταῖς οἰκονομίαις ταύταις

τὸν Κύριον, καί τινας κατ' ὀλίγον περὶ ἱερωσύνης συλλαλοῦντας προβάλλων λοιπὸν προμαντεύεται ταχὺν θάνατον τοῦ ὄντος ἱερέως, καὶ ὡς οὐκ ἂν ἐκφύγῃ μυρία ποιήσας προστίθησι, καὶ οὕτως ὁ ταλαίπωρος νοῦς ἐνδεθεὶς τούτοις τοῖς λογισμοῖς, τοῖς μὲν μὴ καταδεξαμένοις τῶν ἀνθρώπων διαμάχεται, τοῖς δὲ τοῦτο καταδεξαμένοις, ἑτοίμως δῶρα χαρίζεται, καὶ τῆς εὐγνωμοσύνης αὐτοὺς ἀποδέχεται· τινὰς δὲ διστασιάζοντας, τοῖς δικασταῖς παραδίδωσι, καὶ τῆς πόλεως ἐξορίζεσθαι παραγγέλλει· τούτων δὲ λοιπὸν ἔνδον ὄντων, καὶ στρεφομένων τῶν λογισμῶν, εὐθὺς καὶ ὁ τῆς ὑπερηφανίας ἐφίσταται δαίμων, ἀστραπὰς συνεχεῖς κατὰ τὸν ἀέρα τῆς κέλλης τυπῶν, καὶ δράκοντας πτερωτοὺς ἐπιπέμπων, καὶ, τὸ τελευταῖον κακὸν, στέρησιν φρενῶν ἐργαζόμενον, ἀλλ' ἡμεῖς τούτοις τοῖς λογισμοῖς ἀπώλειαν ἐπευξάμενοι, μετ' εὐχαριστίας τῇ πενίᾳ συζήσωμεν, «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δῆλον ὅτι δυνάμεθα· ἔχοντες δὲ τροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» μεμνημένοι καὶ Παύλου, ῥίζαν πάντων τῶν κακῶν τὴν φιλαργυρίαν εἰπόντος. Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν, κατάγουσι τὸν νοῦν εἰς ὄλεθρον, καὶ ἀπώλειαν· ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν, καὶ τὸ νόημα τοῦ ὕδατος ἐν τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὰ νοήματα τῶν κτημάτων, καὶ τῶν χρημάτων, χρονίζει διὰ τὴν πλεονεξίαν, καὶ τὰ νοήματα τῶν βρωμάτων, καὶ τῶν 79.1228 τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων, χρονίζει διὰ τὰ πάθη. Ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενοδοξίας λογισμῶν, καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν ὁμοίως φανερωθήσεται. Οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ τοιούτων παραστῆναι Θεῷ, καὶ τὸν τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον. Ἐκ τούτων γὰρ τῶν λογισμῶν κατασπώμενος καὶ ἐκεῖνος ὁ ἐν τοῖς Εὐαγγελίοις τρισάθλιος νοῦς, τὸ τῆς Χριστοῦ γνώσεως ἄριστον παρῃτήσατο· καὶ πάλιν ὁ δεσμούμενος χεῖρας, καὶ πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος ἐκ τούτων τῶν λογισμῶν καθυφασμένον εἶχε τὸ ἔνδυμα, ὅνπερ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας ἀπεφήνατο εἶναι· διὸ ἔνδυμά ἐστι γαμικὸν, ἀπάθεια ψυχῆς λογικῆς κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας. Τίς