1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

δὲ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων, χρονίζοντα διαφθείρειν τὴν γνῶσιν εἴρηται ἐν τοῖς περὶ προσευχῆς κεφαλαίοις.

ΚΕΦΑΛ. Κ∆ʹ. Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, τρεῖς εἰσιν ἄρχοντες

πρωτοστάται, οἷς ἕπεται πᾶσα ἡ παρεμβολὴ τῶν ἀλλοφύλων, οἵτινες πρῶτοι κατὰ τὸν πόλεμον ἵστανται, καὶ τὰς ψυχὰς διὰ τῶν ἀκαθάρτων λογισμῶν ἐκκαλοῦνται πρὸς τὴν κακίαν· οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι, οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. Ἐπιθυμῶν οὖν καθαρᾶς προσευχῆς, διατήρησον θυμὸν, καὶ ἀγαπῶν σωφροσύνην, κράτει γαστρὸς, μὴ δῷς ἄρτον σῇ κοιλίᾳ, καὶ ἐν ὕδατι ἔκθλιβε αὐτὴν, ἀγρύπνει ἐν προσευχῇ, καὶ μνησικακίαν μακρὰν ποίησον ἀπὸ σοῦ, λόγοι Πνεύματος ἁγίου μὴ ἐκλειπέτωσάν σε, καὶ θύρας κροῦε χερσὶν ἀρετῶν. Τότε ἀνατελεῖ σοι καρδίας ἀπάθεια, καὶ νοῦν ἀστεροειδῆ ὅψει ἐν προσευχῇ. Τῶν νοημάτων, τὰ μὲν τυποῖ τὸ ἡγεμονικὸν ἡμῶν, καὶ σχηματίζει, τὰ δὲ γνῶσιν μόνον παρέχει μὴ τυποῦντα τὸν νοῦν, μηδὲ σχηματίζοντα. Τὸ γὰρ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,» ἐναποτίθεται μέν τι νόημα τῇ καρδίᾳ, οὐ μὴν σχηματίζει αὐτὴν, οὐδὲ τυποῖ. Τὸ μὲν, «Λαβὼν ἄρτον,» σχηματίζει τὸν νοῦν, τὸ δὲ, «κλάσαι,» πάλιν τυποῖ τὸν νοῦν. Τὸ δὲ, «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου,» τυποῖ τὸν νοῦν χωρὶς τοῦ, «Εἶδον τὸν Κύριον,» καὶ τὸ μὲν ῥητὸν δοκεῖ τυποῦν τὸν νοῦν, τὸ δὲ σημαῖνον, οὐ τυποῖ. Ἑώρακε γὰρ προφητικῷ ὀφθαλμῷ τὴν φύσιν τὴν λογικὴν ὑψωθεῖσαν διὰ πρακτικῆς δεξαμένην ἐν ἑαυτῇ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. Ἐκεῖ γὰρ λέγεται καθέζεσθαι Θεὸς, ἔνθα γινώσκεται, διότι καὶ θρόνος λέγεται Θεοῦ νοῦς καθαρός. Λέγεται δὲ καὶ θρόνος ἀτιμίας γυνὴ, ἀντὶ τοῦ, ψυχὴ μισοῦσα δίκαια, ἀτιμία δὲ ψυχῆς κακία, καὶ ἀγνωσία. Τὸ τοίνυν νόημα τοῦ Θεοῦ, οὐκ ἐν τοῖς τυποῦσι τὸν νοῦν, ἀλλὰ τοῖς νοήμασι τοῖς μὴ τυποῦσι τὸν νοῦν. ∆ιότι τὸν προσευχόμενον δεῖ παντά79.1229 πασι χωρίζεσθαι τῶν τυπούντων τὸν νοῦν. Καὶ ζητήσεις, εἴπερ, ὡς ἔχει ἐπὶ τῶν σωμάτων, καὶ τῶν λογισμῶν αὐτῶν, οὕτως ἔχει, καὶ ἐπὶ τῶν ἀσωμάτων, καὶ τῶν λόγων αὐτῶν, καὶ ἄλλως μὲν ὁ νοῦς τυπωθήσεται ὁρῶν νοῦν, καὶ ἄλλως διατεθήσεται ὁρῶν τὸν λόγον αὐτοῦ; Ἐντεῦθεν δὲ γινώσκομεν, πῶς ἡ γνῶσις ἡ πνευματικὴ ἀφίστησι τὸν νοῦν τῶν νοημάτων τῶν τυπούντων αὐτὸν, ἀτύπωτον δὲ αὐτὸν παρίστησι τῷ Θεῷ, διότι τὸ τοῦ Θεοῦ νόημα οὐκ ἐν τοῖς τυποῦσίν ἐστιν· οὐ γάρ ἐστι σῶμα ὁ Θεὸς, ἀλλ' ἐν τοῖς μὴ τυποῦσι μᾶλλον. Πάλιν τῶν θεωρημάτων τῶν μὴ τυπούντων τὸν νοῦν, τὰ μὲν οὐσίαν σημαίνει ἀσωμάτων, τὰ δὲ τοὺς λόγους αὐτῶν· καὶ οὐχ ὡς ἐπὶ τῶν σωμάτων συμβαίνει, οὕτω καὶ ἐπὶ τῶν ἀσωμάτων· ἐπὶ μὲν γὰρ τῶν σωμάτων τὰ μὲν ἐτύπου τὸν νοῦν, τὰ δὲ οὐκ ἐτύπου· ἐνταῦθα δὲ οὐδέτερον νόημα τὸν νοῦν τυποῖ.

ΚΕΦΑΛ. ΚΕʹ. Ὅταν ὁ τῆς γαστριμαργίας πολλὰ καὶ πολλάκις ἀγωνισάμενος

δαίμων μὴ ἰσχύσῃ διαφθεῖραι τὴν τετυπωμένην ἐγκράτειαν, τότε εἰς ἐπιθυμίαν ἀσκήσεως ἀκροτάτης ἐμβάλλει τὸν νοῦν, ἐξ ὧν καὶ τὰ περὶ τὸν ∆ανιὴλ εἰς μέσον φέρει, τὴν πενιχρὰν ἐκείνην ζωὴν, καὶ τὰ σπέρματα, καί τινων ἄλλων ἀναχωρητῶν μνημονεύει βεβιωκότων διὰ παντὸς οὕτως, ἢ ἀρξαμένων, καὶ τούτων μιμητὴν γενέσθαι καταναγκάζει· ἵνα τὴν ἄμετρον διώκων ἐγκράτειαν, ἀποτύχῃ καὶ τῆς συμμετρίας τοῦ σώματος μὴ ἐπαρκέσαντος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὄντως εὐλογῶν τῷ σώματι, καὶ καταρώμενος τῇ καρδίᾳ· ᾧ μὴ πείθεσθαι δίκαιον τούτους νομίζω, μηδὲ ἀπέχεσθαι ἄρτου, καὶ ἐλαίου, καὶ ὕδατος. Ταύτην γὰρ τὴν δίαιταν πάνυ καλλίστην οἱ ἀδελφοὶ πεπειράκασι, καὶ τοῦτο οὐ πρὸς κόρον, καὶ ἅπαξ εἰς τὴν ἡμέραν. Θαυμάζω γὰρ εἴ τις, ἄρτου καὶ ὕδατος κορεννύμενος, δυνήσεται τὸν τῆς