1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

τὴν ἑβδόμην γνώσεται αὐτὸν ὅμοιον κατ' ὀλίγον τῷ διδαχθέντι γενόμενον, καὶ παραμένοντα λοιπὸν ἐν ὅλῳ ἐνιαυτῷ, τὰ πολλὰ τιτρωσκόμενον μᾶλλον ἤπερ τιτρώσκοντα, μέχρις ἂν καὶ ὁ τοῦτον διαδεχόμενος παραγένηται· εἴγε χρόνον, τὰ κατὰ τὸν Ἰὼβ, πίπτομεν ὑπ' αὐτοὺς, καὶ οἱ οἶκοι ἡμῶν ἐκπορθοῦνται ὑπὸ ἀνόμων. ΞΗʹ. Ἀκάθαρτοι λογισμοὶ, πολλάκις εἰς αὔξησιν ὕλας προσδέχονται, καὶ πολλοῖς συμπαρεκτείνονται πράγμασι. Καὶ γὰρ πελάγη κατὰ διάνοιαν περῶσι μεγάλα, καὶ μακρὰς ὁδοὺς ὁδεύειν οὐ παραιτοῦνται, διὰ πολλὴν τοῦ πάθους θερμότητα. Οἱ δὲ ὁπωσοῦν κεκαθαρμένοι, στενώτεροι τούτων μᾶλλόν εἰσι, πολλοῖς συμπαρεκτείνεσθαι πράγμασι μὴ δυνάμενοι, διὰ τὴν τοῦ πάθους ἀσθένειαν· ὅθεν καὶ παρὰ φύσιν μᾶλλον κινοῦνται, καὶ κατὰ τὸν σοφὸν Σολομῶντα, χρόνον τινὰ ἔξω ῥέμβονται, καὶ καλάμην συνάγουσιν εἰς τὴν παράνομον πλινθουργίαν, μηκέτι λαμβάνοντες ἄχυρα. ∆εῖ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, ἵνα σώζηται ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ῥᾷον γὰρ ἀκάθαρτον καθᾶραι ψυχὴν, ἢ καθαρθεῖσαν καὶ πάλιν τραυματισθεῖσαν, εἰς ὑγίειαν αὖθις ἀνακαλέσασθαι, τοῦ δαίμονος τῆς λύπης μὴ συγχωροῦντος, ἀλλ' ἀεὶ ταῖς κόραις τῶν ὀφθαλμῶν ἐμπηδῶντος, καὶ κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τὸ τῆς ἁμαρτίας προφέροντος εἴδωλον. ΞΘʹ. Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων· 40.1244 ὁ δὲ τούτου Πατὴρ τὴν ἀποθανοῦσαν ψυχὴν τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. Καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου λεγόμενον, τὸ, «Εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ.» Οʹ. Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος, τὸν ἐκ χάριτος ἐπενδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ ἡ Γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ἐπὶ τοῦ ὄρους Σινᾶ. ΟΑʹ. Οὐκ ἂν ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν ὑψηλότερος γεγονώς· οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτὸς ἐκείνου τοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐκτυποῦντος τὸν τόπον τοῦ Θεοῦ.