1

 2

 3

 4

 5

 6

2

24 Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία, καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως.

25 Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται, διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς.

26 Κρείσσων πενία μετὰ γνώσεως ἢ πλοῦτος μετὰ ἀγνωσίας. 27 Κόσμος κεφαλῆς στέφανος, κόσμος δὲ καρδίας γνῶσις θεοῦ. 28 Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν. 29 ∆ίκαιοι κληρονομήσουσι κύριον, ὅσιοι δὲ τραφήσονται ὑπ' αὐτοῦ. 30 Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν, καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται

ἀγαθῶν. 31 Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία, θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική. 32 Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν, τέκτοσι δὲ ἀγαθῶν δοθήσεται

μισθὸς ἀγαθός. 33 Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται

ὑπ' αὐτῆς. 34 Κρείσσων κοσμικὸς πραῢς μοναχοῦ θυμώδους καὶ ὀργίλου. 35 Γνῶσιν διασκορπίζει θυμός, μακροθυμία δὲ συνάγει αὐτήν. 36 Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός. 37 Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς, ἀμελοῦντος δὲ καρδίαν

ἐκταράσσουσι λογισμοί. 38 Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας, ἵνα μὴ διαθρέψῃς

σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου. 39 Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα, διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ. 40 Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς.

41 Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν, τὸν δὲ μνησικακοῦντα λήψονται πένθη. 42 Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης, ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ

πεσεῖται πτῶμα ἐξαίσιον. 43 Ἑορτὴ θεοῦ γνῶσις ἀληθής, ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει

αἰσχρῶς. 44 Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ

ψυχῆς. 45 Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ ὅμοιός ἐστι τῷ

ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν. 46 Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά, ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον

ἔσται. 47 Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς, ὅτι κύριος σκοπεύει σὴν ψυχὴν καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ.

48 Ὕπνος πολὺς παχύνει διάνοιαν, ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν. 49 Ὕπνος πολὺς ἐπάγει πειρασμούς, ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς. 50 Ὥσπερ πῦρ τήκει κηρόν, οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς. 51 Κρείσσων ἀνὴρ καθεύδων ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους. 52 Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν, ἐνύπνιον δὲ δαιμονιῶδες

ἐκταράσσει αὐτήν. 53 Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν, ἐλεημοσύνη δὲ καὶ πραΰτης

ἐστήριξαν αὐτήν. 54 Μέμνησο διὰ παντὸς σῆς ἐξόδου καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας, καὶ οὐκ

ἔσται πλημμέλεια ἐν ψυχῇ σου. 55 Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ