1

 2

 3

 4

 5

 6

4

80 Μὴ εἴπῃς· σήμερον μενῶ καὶ αὔριον ἐξελεύσομαι, ὅτι οὐκ ἐν φρονήσει λελόγισαι περὶ τούτου.

81 Κυκλευτὴς μοναχὸς μελετήσει ῥήσεις ψευδεῖς, τὸν δὲ ἑαυτοῦ παραλογίσεται πατέρα.

82 Ὁ καλλωπίζων τὰ ἱμάτια αὐτοῦ καὶ πληρῶν γαστέρα αὐτοῦ ποιμαίνει λογισμοὺς αἰσχροὺς καὶ μετὰ σωφρόνων οὐ συνεδριάζει.

83 Ἐὰν εἰσέλθῃς εἰς κώμην, μὴ προσεγγίσῃς γυναιξὶ καὶ μὴ χρονίσῃς ἐν λόγοις πρὸς αὐτάς. ὃν τρόπον γὰρ εἴ τις ἄγκιστρον καταπίοι, οὕτως ἑλκυσθήσεται ἡ ψυχή σου.

84 Μακρόθυμος μοναχὸς ἀγαπηθήσεται, ὁ δὲ παροξύνων τοὺς ἀδελφοὺς αὐτοῦ μισηθήσεται.

85 Πραῢν μοναχὸν ἀγαπᾷ ὁ κύριος, τὸν δὲ θρασὺν ἀπώσεται ἀπ' αὐτοῦ. 86 Ὀκνηρὸς μοναχὸς γογγύσει πολλά, καὶ ὑπνώδης προφασίσεται κεφαλαλγίαν αὐτοῦ.

87 Ἐὰν λυπῆται ὁ ἀδελφός σου, παρακάλεσον αὐτόν, καὶ ἐὰν ἀλγῇ, συνάλγησον αὐτῷ. τοῦτο γὰρ ποιῶν εὐφραίνεις καρδίαν αὐτοῦ, καὶ θησαυρὸν μέγαν σωρεύσεις ἐν οὐρανῷ.

88 Μοναχὸς ἀπολειπόμενος φυλάξαι λόγους πατρὸς βλασφημήσει πολιὰν γεννήσαντος αὐτὸν καὶ κακολογήσει βίους τέκνων αὐτοῦ, ὁ δὲ κύριος ἐξουδενώσει αὐτόν.

89 Ο πρόφασιν ζητῶν χωρίζεται ἀδελφῶν, τὸν δὲ ἑαυτοῦ αἰτιάσεται πατέρα. 90 Μὴ δῷς ἀκοὴν λόγοις κατὰ πατρός σου καὶ μὴ διεγείρῃς ψυχὴν

ἀτιμάζοντος αὐτόν, ἵνα μὴ κύριος ὀργισθῇ ἐπὶ ποιήμασι σου καὶ ἐξαλείψῃ σου τὸ ὄνομα ἐκ βίβλου ζώντων.

91 Ὁ ὑπακούων πατρὶ ἑαυτοῦ ἀγαπᾷ ἑαυτόν, ὁ δὲ ἀντιλέγων αὐτῷ ἐμπεσεῖται εἰς κακά.

92 Μακάριος μοναχὸς ὁ φυλάσσων ἐντολὰς κυρίου καὶ ὅσιος ὁ διατηρῶν λόγους πατέρων αὐτοῦ.

93 Ὀκνηρὸς μοναχὸς πολλὰ ζημιωθήσεται, ἐὰν δὲ θαρσύνηται καὶ τὸ σχῆμα αὐτοῦ προσθήσει.

94 Ὁ φυλάσσων γλῶσσαν αὐτοῦ ὀρθοτομεῖ τὰς ὁδοὺς αὐτοῦ, καὶ ὁ τηρῶν καρδίαν αὐτοῦ πλησθήσεται γνώσεως.

95 Μοναχὸς δίγλωσσος ταράσσει ἀδελφούς, ὁ δὲ πιστὸς ἡσυχίαν ἄγει. 96 Ὁ πεποιθὼς ἐπὶ ἐγκρατείᾳ αὑτοῦ πεσεῖται, ὁ δὲ ταπεινῶν ἑαυτὸν

ὑψωθήσεται. 97 Μὴ δῷς σεαυτὸν χορτασίᾳ κοιλίας, καὶ μὴ πλησθῇς ὕπνου νυκτερινοῦ.

τούτῳ γὰρ τῷ τρόπῳ γενήσῃ καθαρὸς καὶ πνεῦμα κυρίου ἐπελεύσεται ἐπί σε. 98 Ψάλλοντος ἡσυχάζει θυμὸς καὶ μακροθυμοῦντος ἀπτόητος ἔσται. 99 Ἐκ πραΰτητος τίκτεται γνῶσις, ἐκ δὲ θρασύτητος ἀγνωσία. 100 Ὥσπερ ὕδωρ αὔξει φυτόν, οὕτως ταπείνωσις θυμοῦ καρδίαν ὑψοῖ. 101 Ἰχνεύοντος συμπόσια σβεσθήσεται λαμπτήρ, ἡ δὲ ψυχὴ αὐτοῦ ὄψεται

σκότος. 102 Στῆσον ζυγῷ τὸν ἄρτον σου καὶ πίε μέτρῳ τὸ ὕδωρ σου καὶ πνεῦμα

πορνείας φεύξεται ἀπό σου. 103 ∆ὸς γέρουσιν οἶνον καὶ ἀσθενοῦσι πρόσφερε τροφάς, διότι κατέτριψαν

σάρκας νεότητος αὐτῶν. 104 Μὴ ὑποσκελίσῃς τὸν ἀδελφόν σου καὶ πτώματι αὐτοῦ μὴ ἐπιχαρῇς. ὁ γὰρ

κύριος γινώσκει σὴν καρδίαν καὶ παραδώσει σε ἐν ἡμέρᾳ θανάτου. 105 Μοναχὸς φρόνιμος ἀπαθὴς ἔσται, ὁ δὲ ἄφρων ἐξαντλήσει κακά.