1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

5

ἐν τῷ ἔργῳ ταράττων τὸ σῶμα, ἵνα μὴ συνταράξῃς καὶ εὐχῆς τὴν καρδίαν. Ὥσπερ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος χερσὶν ἐργάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, οὕτως ὁ ἐν ταῖς φρεσὶν ἐργαζέσθω, πρὸς τὸ μὴ ἐπιβαρηθῆναι τὸν νοῦν. Τότε γὰρ οἱ λογισμοὶ τὴν οἰκείαν ἐργασίαν τῇ ψυχῇ προσφέρουσιν, ὅταν αὐτὴν ταῖς κατὰ Θεὸν ἐννοίαις ἀργὴν καταλάβωσιν. Ἀροτρία, τὰ μὲν ἔργα τῶν χειρῶν εἰς τὸ φιλάνθρωπον, τὴν δὲ φρένα τοῦ λογιστικοῦ εἰς τὸ φιλόσοφον, ἵνα τὸ μὲν ᾖ ξένων ξενία, καὶ ὀκνηρίας ἐμπρησμὸς, τὸ δὲ, θεωρίας στρατηγὸς, καὶ λογισμῶν ἀποβρασμός· τῶν λογισμῶν ταῖς ἡδοναῖς μετὰ θάρσους ἐπιπλήξωμεν, ἅπασαν εἰς αὐτοὺς τὴν ὀργὴν περιτρέποντες, ἵνα μὴ, ἡδονῇ τὰ παρ' αὐτῶν δεχόμενοι, πρᾶοι πρὸς αὐτοὺς ἀντιστρόφως γενώμεθα.

ΚΕΦΑΛ. Ιʹ. Ἑτοίμαζε σεαυτὸν πρᾶον εἶναι, καὶ μαχητὴν, τὸ μὲν τῷ ὁμοφύλῳ,

τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχεσθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικὲς, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελφῷ, καὶ πολεμεῖν τῷ λογισμῷ. Ὁ πρᾶος οὖν ἔστω μαχητὴς διαιρουμένης τῆς πραότητος ἐκ τῶν δολοφρόνων λογισμῶν, καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν· μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὥστε θυμοῦσθαι μὲν τῷ ἀδελφῷ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν. Ὁ πραῢς, κἂν πάσχῃ τὰ δεινὰ, τῆς ἀγάπης οὐκ ἐξίσταται· εἵνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεται καὶ ὑπομένει. Εἰ γὰρ τῆς ἀγάπης τὸ μακροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν· θυμὸς γὰρ λύπην διεγείρει, καὶ μῆνιν, ἀγάπη δὲ τὰ τρία μειοῖ. Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ, ἤπερ τῷ πταίοντί σε· φόβῳ, καὶ ἀγάπῃ δούλευε τῷ Θεῷ τὸ μὲν ὡς ∆εσπότῃ καὶ κρι79.1108 τῇ, τὸ δὲ ὡς φιλανθρώπῳ, καὶ τροφεῖ· ὁ τῆς ἀγάπης ἀρετὰς κτησάμενος, τὰ πάθη τῶν φαύλων αἰχμαλωτίζει, καὶ ὁ παρὰ τῆς ἁγίας Τριάδος ἔχων ταῦτα τὰ τρία, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις ταῖς ἀρεταῖς πυργωθεῖσα. Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ' ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ' ἐν τῷ διδόναι ἀφειδῶς ἀποτακτικὸς ἐπιγνωσθήσῃ, ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ βάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ, ἐξέλθῃ σοι κνίδη. Θεοῦ ἐν οἷς παρέχεις μνημόνευε, καὶ δότου, καὶ λήπτορος, ὅπως σοι μετ' ἐγκωμίων λογίσηται τοὺς τῆς ἀποτάξεως μισθούς.

ΚΕΦΑΛ. ΙΑʹ. Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονὴν, ὁ δὲ

φιλοκτήμων μέριμναν ἔχει τὴν ὀδύνην τοῦ πλούτου διὰ παντός· τότε δῆμον λογισμῶν αἰχμάλωτον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρδίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βαστάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ' ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται· καὶ νόσους, ἵνα σου τὴν εἰς Θεὸν ἐλπίδα τοῖς χρήμασι μερίσῃ. Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος, πίστει τειχιζέσθω, καὶ ἀγάπῃ κραταιούσθω, καὶ ἐλπίδι βεβαιούσθω. Ἔστι γὰρ ἡ πίστις, οὐκ ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπομονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς. Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ζοφεροὺς λογισμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι, καὶ ἔνδειαν, καὶ εὐτέλειαν, καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφρόνως ἐργάσωνται. Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς, μᾶλλον ἐκεῖνο εὑρήσεις, ὅτι δι' ὦν σε ὀνειδίζουσι, δι' αὐτῶν ὁ στέφανός σοι πλέκεται· καὶ γὰρ ἀποτασσόμενος, δι' ἐκείνους ἀποτάσσῃ δι' ὧν ἄθλων ὀνειδίζῃ. Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λογισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τὸ τέλος εὐφημεῖται, ἀλλ' ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ ἀρχαὶ στεφανοῦνται, οὐδὲ ἐν τῇ σωματικῇ