1

 2

 3

 4

 5

 6

4

ἄρχειν ἐπικινδύνως ἐπιθυ μείτω· μηδὲ ὁ τῆς ὑποταγῆς νόμος καταλυέσθω, ἣ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια· μηδὲ ποιῶ μεν ἀναρχίαν τὴν πολυαρχίαν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σοφίζεσθε περισσὰ καὶ ὑπὲρ τὸν λόγον, μηδὲ νικᾷν ἐπιθυμεῖτε πάν τα κακῶς, ἀλλ' ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνέχε σθε. ∆ότε τῷ Λόγῳ τὸν λόγον· ποιήσατε δικαιο σύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν. 35.1056

ΙΑʹ. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλον ότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέ γειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ' ὅτι συνίετε, κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσα ρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέ γιστον· καὶ εἰ βούλεσθε, δι' ἐμοῦ μεσίτου, τὰς χρη στὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐ δὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμένην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον. Ἐκεῖ γενέ σθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνω μεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνωμεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέ ροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπα θούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι δια στῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶσ σαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνω μεν. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς· μιμησώμεθα τοῦ ∆εσπότου τὴν ἀγαθότητα, ὃς ἀνα τέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ' ὧν ὡς ἰοῦ καὶ ση τὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰ πεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀπο πληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς. 35.1057 ∆ῶμέν τι μικρὸν ἐντεῦθεν, ἵν' ἐκεῖθεν πλουτήσωμεν.

ΙΒʹ. Ταῦτα μὲν οὖν ἤδη κοινὰ πρὸς πάντας, οὐ τοὺς ἐν πολιτείᾳ μόνον, τὰ παραγγέλματα· κοινὰ γὰρ καὶ κοινῆς ἀῤῥωστίας τὰ φάρμακα. Σὺ δὲ ἀπόγραφε δικαίως ἡμᾶς, ὁ τῶν ἡμετέρων φόρων ἀπο γραφεύς· ἀπόγραφε, μὴ τοὺς ἐμοὺς λόγους ἐπι μελῶς, ὧν οὐδὲν, ἢ μικρὸν τὸ κέρδος, ἢ εἰς ἀκοῆς χάριν καὶ ἡδονὴν, ἀλλὰ τὸν ἐμὸν λαὸν ὁσίως καὶ φιλανθρώπως· αἰδεσθεὶς, εἰ μή τι ἄλλο, ἢ τὸν καιρὸν αὐτὸν, ὅτι καὶ ὁ Σωτὴρ ἐν ἀπογραφῇ τίκτεται. Ἐξ ῆλθε γὰρ δόγμα, φησὶ, παρὰ Καίσαρος Αὐγού στου, τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμέ νην· καὶ ἀπεγράφετο. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐν Βηθλεὲμ σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ ἀπογράψασθαι, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ. Καὶ τηνικαῦτα ὁ Σω τὴρ τίκτεται, τὸ θαυμάσιον, ὁ πάντων δημιουργὸς καὶ δεσπότης, ἐν φαύλῳ καὶ μικρῷ καταλύ ματι. Φοβηθῶμεν τὸ μυστήριον· αἰδεσθῶμεν τὴν οἰκονομίαν, καὶ αὐτοὶ τῷ καιρῷ τι συνεισενέγκωμεν. Νῦν ἄγγελοι χαίρουσι, νῦν ποιμένες περιαστρά πτονται, νῦν ἀστὴρ ἐξ Ἀνατολῶν τρέχει πρὸς τὸ μέ γιστον φῶς καὶ ἀπρόσιτον· νῦν μάγοι προσπίπτουσι, καὶ δωροφοροῦσι, καὶ τὸν πάντων βασιλέα γινώσκου σι, καὶ