1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

4

τὸ γενέσθαι κα κὸν, κἂν εἰ μὴ τύχοι πρὸς ταύτην ἡμᾶς ἄγων μηδείς· σπάνιον δὲ ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες, κἂν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκα λούμενον. Καὶ τοῦτό ἐστιν ὅ μοι δοκεῖ καὶ ὁ μακα 35.421 ριώτατος Ἀγγαῖος κατανοήσας ἐπὶ τὴν θαυμασίαν ἑκείνην ἐλθεῖν καὶ ἀληθεστάτην εἰκόνα· Ἐρωτήσα τε, ἱερεῖς, νόμον, λέγων· Εἰ κρέας ἅγιον ἐν ἱματίῳ βρωτοῦ τινος, ἢ ποτοῦ, ἢ σκεύους ἀψάμε νον εὐθὺς ἁγιάσει τὸ πλησιάσαν· τῶν δὲ ἀποφη σάντων· Ἐρωτήσατε πάλιν εἰ καὶ ἀκαθαρσίᾳ τού των τι προσομιλῆσαν, μὴ παραχρῆμα μετέλαβε τοῦ μιάσματος; ὡς ἐρούντων γε μεταλαμβάνειν, καὶ μὴ καθαρὸν μένειν τῇ κοινωνίᾳ.

ΙΒʹ. Τί τοῦτο λέγων· ὅπερ ὁ ἐμὸς λόγος· ὅτι δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσ περ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἕτοιμοι δὲ πρὸς τὴν τοῦ κακοῦ μετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, κα λάμη τις πρὸς σπινθῆρα, οἶμαι, καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη καὶ δαπανωμένη διὰ ξηρότητα· θᾶττον γὰρ ἄν τις ὀλίγης κακίας μεταλάβοι πλου σίως ἢ ἀρετῆς βαθείας κατὰ μικρόν. Ἐπεὶ καὶ μέ λιτι μὲν μικρὸν ἀψίνθιον ὡς τάχιστα μεταδίδωσι τοῦ πικροῦ· μέλι δὲ οὐδὲ τὸ διπλάσιον ἀψινθίῳ τῆς ἑαυτοῦ γλυκύτητος· καὶ μικρὰ μὲν ὑποσπασθεῖσα ψηφὶς ποταμὸν ὅλον ἑλκύσειεν ἂν ἐπὶ τὸ πρανές· ἐπισχεῖν δὲ ἢ ἀνακόψαι μόλις ἂν δυνηθείη καὶ τὸ καρτερώτατον ἔρυμα.

ΙΓʹ. Πρῶτον μὲν δὴ τοῦτο, ὧν εἴπομεν, εὐλαβεῖσθαι ἄξιον, μὴ φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι, μᾶλλον δὲ ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον· 35.424 ἢ τῆς παροιμίας μὴ πόῤῥω θέωμεν, ἄλλους ἰατρεύ ειν ἐπιχειροῦντες αὐτοὶ βρύοντες ἕλκεσι.

Ι∆ʹ. ∆εύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ πάσης ἁμαρτίας τηρήσειεν, ἢ ὡς μάλιστα, οὐκ οἶδα μὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ μέλλοντι τοὺς ἄλλους παιδεύειν πρὸς ἀρετήν· οὐ γὰρ μὴ κα κὸν εἶναι δεῖ μόνον τὸν τοῦτο πεπιστευμένον, τοῦτο μὲν γὰρ καὶ τῶν ὑπὸ χεῖρα τοῖς πολλοῖς αἴσχιστον, ἀλλὰ καὶ τῷ ἀγαθῷ διαφέροντα, κατὰ τὴν, ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθὸν, κελεύουσαν ἐντολήν· οὐδὲ τοὺς φαύλους ἐξαλεῖψαι τῆς ψυχῆς τύπους μό νον, ἀλλὰ καὶ τοὺς ἀμείνους ἐγγράψασθαι, ὡς πλέον κατ' ἀρετὴν προέχειν, ἢ ὁπόσον περίεστιν ἀξιώματι· καὶ μηδὲν μέτρον εἰδέναι τοῦ καλοῦ καὶ τῆς ἀναβά σεως, μηδὲ κέρδος μᾶλλον τὸ κρατηθὲν ἢ ζημίαν τὸ διαφεῦγον· ἀλλ' ἐπίβασιν ἀεὶ ποιεῖσθαι τὸ ποσὶ τοῦ ἑξῆς· καὶ μὴ μέγα νομίζειν ἂν τῶν πολλῶν δια φέρωμεν, ἀλλὰ ζημίαν ἂν τῆς ἀξίας λειπώμεθα· καὶ τῇ ἐντολῇ παραμετρεῖν, ἀλλὰ μὴ τοῖς πέλας, τὸ κατορθούμενον, ἄν τε ὦσι κακοὶ, ἄν τε ἀρετῆς ἐπὶ ποσὸν ἥκοντες· καὶ μὴ μικροῖς σταθμοῖς ταλαν τεύειν τὴν ἀρετὴν, τῷ μεγίστῳ, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα χρεωστουμένην.

ΙΕʹ. Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρμόζειν οἴεσθαι, ὥσπερ οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χα ρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότη τες, οὐδὲ κάλλη τε καὶ μεγέθη λαμπτήρων· ἀλλ' ἡγεῖσθαι ἰδιώτου μὲν εἶναι κακίαν τὸ φαῦλα πράσ σειν, καὶ ὅσα κολάσεως ἄξια, ὧν καὶ ὁ νόμος βαρὺς δεσπότης· ἄρχοντος δὲ ἢ προεστῶτος τὸ μὴ ὡς ἄριστον εἶναι, καὶ ἀεὶ τῷ καλῷ προβαίνοντα, εἴπερ μέλλοι τῷ περιόντι τῆς ἀρετῆς ἕλξειν τοὺς πολλοὺς εἰς τὸ μέτριον, καὶ μὴ βίᾳ κατάρξειν, ἀλλὰ πειθοῖ προσάξεσθαι. Τὸ μὲν γὰρ ἀκούσιον, πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον· φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ 35.425 τὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸ πάλιν ἀφε θὲν ἀνατρέχειν· τὸ δ' ἐκ προαιρέσεως ἐννομώτατόν τε ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον. Ὅθεν δὴ καὶ μάλιστα ποιμαίνειν τὸ ποίμνιον ἑκου σίως, ἀλλὰ μὴ ἀναγκαστῶς, ὁ ἡμέτερος διακελεύε ται νόμος καὶ νομοθέτης.

Ιςʹ. Ἀλλ' ἔστω τις μήτε κακὸς, καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον· οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήμην, ἢ ποίᾳ δυνάμει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν