1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

5

προστασίαν· τῷ ὄντι γὰρ αὕτη μοι φαίνεται τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρω πον ἄγειν, τὸ πολυτροπώτατον ζῶον καὶ ποικι λώτατον. Γνοίη δ' ἄν τις τῇ τῶν σωμάτων θεραπείᾳ, τὴν τῶν ψυχῶν ἰατρείαν ἀντεξετάσας· καὶ ὅσῳ μὲν ἐργώδης ἐκείνη καταμαθὼν, ὅσῳ δὲ ἡ καθ' ἡμᾶς ἐργωδεστέρα προσεξετάσας, καὶ τῇ φύσει τῆς ὕλης, καὶ τῇ δυνάμει τῆς ἐπιστήμης, καὶ τῷ τέλει τῆς ἐν εργείας τιμιωτέρα. Ἡ μὲν γὰρ περὶ σώματα πονεῖται, καὶ τὴν ἐπίκηρον ὕλην καὶ κάτω ῥέουσαν, πάντως λυθησομένην καὶ πεισομένην τὸ ἑαυτῆς, κἂν νῦν τῇ συμμαχίᾳ τῆς τέχνης κατακρατήσῃ τῆς ἐν αὐτῇ στάσεως· ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν, εἴξασαν τῇ φύσει, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερ βαίνουσαν.

ΙΖʹ. Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, καὶ πρὸς ἐκείνην ἐπειγομένην, εἰ καὶ τῷ χείρονι συνεδέθη· τάχα μὲν καὶ δι' ἄλλας αἰτίας, ἃς μόνος οἶδεν ὁ συνδήσας Θεὸς, καὶ εἴ τις ἐκ Θεοῦ τὰ τοι αῦτα ἐσοφίσθη μυστήρια· ὅσον δ' οὖν ἐμὲ γινώσκειν καὶ τοὺς κατ' ἐμὲ, δυοῖν ἕνεκεν· ἑνὸς μὲν, ἵνα δι' ἀγῶνος καὶ πάλης, τῆς πρὸς τὰ κάτω, τῆς ἄνω δό ξης κληρονομήσειεν, ὥσπερ χρυσὸς πυρὶ, τοῖς τῇδε βασανισθεῖσα, καὶ ἀρετῆς ἆθλον, ἀλλὰ μὴ Θεοῦ δῶρον μόνον ἔχῃ τὰ ἐλπιζόμενα· καὶ τοῦτο δὲ ἦν ἄρα τῆς ἄκρας ἀγαθότητος, ποιῆσαι τὸ ἀγαθὸν 35.428 καὶ ἡμέτερον, οὐ φύσει μόνον κατασπειρόμενον, ἀλλὰ καὶ προαιρέσει γεωργούμενον, καὶ τοῖς ἐπ' ἄμφω τοῦ αὐτεξουσίου κινήμασιν· ἑτέρου δὲ ὡς ἂν καὶ τὸ χεῖρον ἑλκύσειε πρὸς ἑαυτὴν καὶ ἄνω θείη, λύσασα κατὰ μικρὸν τῆς παχύτητος· ἵν', ὅπερ ἐστὶ Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώματι γένηται παιδαγωγή σασα δι' ἑαυτῆς τὴν ὑπηρέτιν ὕλην, καὶ οἰκειώ σασα Θεῷ τὸ ὁμόδουλον.

ΙΗʹ. Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας, καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται· φαρμακεύσει τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν μὴ ἀντιβῆναι τῇ τέχνῃ τὰς τῆς ἀῤῥωστίας ἐπιθυμίας· καί που καὶ καύσεσι, καὶ τομαῖς, καὶ τοῖς αὐστηροτέροις τῆς θεραπείας, ἔστιν ὅτε καὶ ἐφ' ὧν χρήσεται· ὧν οὔπω τοσοῦτον οὐδὲν, κἂν ἐπίπονα σφόδρα καὶ χαλεπὰ φαίνηται, ὅσον ἤθη, καὶ πάθη, καὶ βίους, καὶ προαιρέσεις, καὶ εἴ τι ἄλλο τοιοῦτο τῶν ἐν ἡμῖν, κατοπτεῦσαί τε καὶ ἰατρεῦσαι, καὶ πᾶν ὅσον θηριῶδες καὶ ἄγριον ἐξορίσαντας τῆς συζυγίας τῆς ἡμετέρας, πᾶν ὅσον ἥμερον καὶ Θεῷ φίλον ἀντεισ αγαγεῖν τε καὶ βεβαιώσασθαι, καὶ βραβεῦσαι δι καίως ψυχῇ τε καὶ σώματι· μὴ τῷ χείρονι τὸ κρεῖτ τον δυναστεύεσθαι συγχωρήσαντας, ἥπερ ἀδικιῶν ἡ μεγίστη· τῷ δὲ ἄρχοντι καὶ ἡγεμονικῷ τὸ τῇ φύσει δεύτερον ὑποτάξαντας· ὥσπερ δὴ νόμος θεῖος, καὶ κάλλιστα ἔχων ἐπὶ πάσης αὐτοῦ τῆς κτίσεως, ὅση τε ὁρατὴ, καὶ ὅση ὑπὲρ τὴν αἴσθησιν.

ΙΘʹ. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων μὲν ἕκαστον ὧν ἀπηριθμησάμην ὡς τῷ θεραπευτῇ τηρου μένων ὅπως ἔχει φύσεως, οὕτω μένει καὶ οὐδὲν ἀντιτεχνᾶται παρ' ἑαυτοῦ πανούργως, οὐδ' ἀντισοφίζεται τοῖς παρὰ τῆς τέχνης προσαγομέ νοις· ἀλλὰ καὶ περιΐστησι μᾶλλον τὴν ὕλην ἡ ἰατρεία· πλὴν εἴ που βραχεῖά τις παρεμπέσοι τοῦ κάμ νοντος ἀταξία, ἣν καὶ φυλάξαι καὶ ἀνακόψαι οὐ χαλε πόν. Ἡμῖν δὲ ἡ σύνεσις καὶ τὸ φίλαυτον, καὶ τὸ νικᾶσθαι ῥᾳδίως μήτ' εἰδέναι, μήτ' ἀνέχεσθαι, μέ γιστον πρὸς ἀρετήν ἐστιν ἐμπόδιον, καὶ οἷόν τις παρά 35.429 ταξις κατὰ τῶν συμμαχούντων γίνεται· καὶ ὅσην εἰσφέ ρειν ἔδει σπουδὴν γυμνοῦν τὴν νόσον τοῖς θεραπεύου σι, τοσαύτην ὥστε τὴν ἰατρείαν φεύγειν εἰσφερό μεθα, καί ἐσμεν ἀνδρεῖοι καθ' ἑαυτῶν, καὶ κατὰ τῆς ὑγείας ἡμῶν ἐπιστήμονες.

Κʹ. Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁμαρτίαν ἐκλέψαμεν, ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν μέγαν λήσοντες ὀφθαλμὸν τοῦ Θεοῦ καὶ τῆς δίκης, ἂν τοὺς ἀνθρώπους λάθωμεν· ἢ προφασιζόμεθα προφά σεις ἐν ἁμαρτίαις, λόγους συνηγόρους τοῖς πά θεσιν ἀνευρίσκοντες· ἢ τὰς