1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

9

γνωσομένῳ ψυχὰς ποιμνίου, καὶ ἀφηγησομένῳ κατὰ λόγον ποιμαντικῆς, τῆς γε ὀρθῆς καὶ δικαίας, καὶ τοῦ ἀληθινοῦ ποιμένος ἡμῶν ἀξίας.

ΛΕʹ. Αὐτὴν δὲ τὴν τοῦ λόγου διανομὴν, ἵνα τελευ 35.444 ταῖον εἴπω τὸ πρῶτον τῶν ἡμετέρων, τοῦ θείου λέγω καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰ μέν τις ἄλλος θαῤῥεῖ, καὶ πάσης διανοίας ὑπολαμβά νει, θαυμάζω τοῦτον ἐγὼ τῆς συνέσεως, ἵνα μὴ λέγω τῆς εὐηθείας· ἐμοὶ δ' οὖν πρᾶγμα φαίνεται οὐ τῶν φαυλοτάτων, οὐδὲ ὀλίγου τοῦ πνεύματος, διδόναι κατὰ καιρὸν ἑκάστῳ τοῦ λόγου τὸ σιτομέτριον, καὶ οἰκονομεῖν ἐν κρίσει τὴν ἀλήθειαν τῶν ἡμετέρων δογμάτων· ὅσα περὶ κόσμων ἢ κόσμου πεφιλοσόφηται, περὶ ὕλης, περὶ ψυχῆς, περὶ νοῦ, καὶ τῶν νοερῶν φύσεων, βελτιόνων τε καὶ χειρόνων, περὶ τῆς τὰ πάντα συνδεούσης τε καὶ διεξαγούσης προνοίας, ὅσα τε κατὰ λόγον ἀπαντᾷν δοκεῖ, καὶ ὅσα παρὰ λόγον τὸν κάτω καὶ τὸν ἀνθρώπινον.

Λςʹ. Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡμῶν συστά σεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας πρώτης τε καὶ δευτέρας, σαρκώσεώς τε καὶ παθημάτων, καὶ ἀναλύσεως, ὅσα τε περὶ ἀναστά σεως, περὶ τέλους, περὶ κρίσεως καὶ ἀνταποδό σεως, σκυθρωποτέρας τε καὶ ἐνδοξοτέρας· καὶ τὸ κεφάλαιον ὅσα περὶ τῆς ἀρχικῆς καὶ μακαρίας Τριάδος ὑποληπτέον· ὅσπερ δὴ καὶ κινδύνων μέγιστος τοῖς φωτίζειν πεπιστευμένοις, ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λό γον δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡμῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦ μα ὑπολαμβάνουσι· μήτε εἰς τρεῖς, ἢ ἐκφύλους καὶ ἀλλοτρίας διαιρεθέντα, ἢ ἀτάκτους καὶ ἀνάρχους, καὶ οἷον εἰπεῖν, ἀντιθέους, πρὸς κακὸν ἴσον ἐκ τῶν ἐναντίων μεταπεσεῖν· ὥσπερ φυτοῦ διαστροφῆς ἐπὶ θάτερα πολὺ μετακλινομένης.

ΛΖʹ. Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν ἀῤῥωστημάτων, ἀθεΐας, καὶ Ἰουδαϊσμοῦ, καὶ πολυ θεΐας, ὧν τῆς μὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγέ νετο, τῆς δὲ Ἄρειος ὁ Ἀλεξανδρεὺς, τῆς δέ τινες 35.445 τῶν ἄγαν παρ' ἡμῖν ὀρθοδόξων. Τίς ὁ ἐμὸς λό γος; τῶν τριῶν ὅσον ἐστὶ βλαβερὸν διαφυγόντας, ἐν ὅροις μένειν τῆς εὐσεβείας, καὶ μήτε πρὸς τὴν Σαβελλίου ἀθεΐαν ἐκ τῆς καινῆς ταύτης ἀναλύσεως ἢ συνθέσεως ὑπαχθῆναι, μὴ μᾶλλον ἓν τὰ πάντα ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένους· φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταβαίνοντα· ἢ σύνθετόν τινα καὶ ἄτοπον ἡμῖν Θεὸν, ὥσπερ τὰ μυθώδη τῶν ζώων σκιαγραφοῦντας καὶ ἀναπλάττοντας· μήτε τὰς φύσεις τέμνοντας κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, εἰς Ἰουδαϊκὴν πενίαν κατακλεισθῆναι, καὶ φθόνον ἐπεισάγειν τῇ θείᾳ φύσει, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας, ὥσπερ δεδοικότας μὴ διαφθείροιτο ἡμῖν ὁ Θεὸς, Θεοῦ Πατὴρ ὢν ἀληθινοῦ καὶ ὁμοτίμου τὴν φύσιν· μήτε τρεῖς ἀρχὰς ἀλλήλαις ἀντ επεξάγοντας ἢ συντάσσοντας πολυαρχίαν εἰσ άγειν Ἑλληνικὴν, ἣν πεφεύγαμεν.

ΛΗʹ. ∆έον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν· τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισμένου καὶ ἀπεξενωμένου μετὰ τῆς κτίσεως; οὐ γὰρ τοῦτο Υἱὸς τὸ ἀλλότριον ἢ συναλειφομένου πρὸς τὸν Πα τέρα, καὶ συγχεομένου, ἴσον δὲ εἰπεῖν, καὶ συγχέον τος· μήτε τοσοῦτον φιλοχρίστους, ὡς μήτε τούτῳ φυλάττειν τὸ εἶναι Υἱῷ· (τίνος γὰρ ἂν καὶ εἴη, μὴ πρὸς ἀρχὴν ἀναφερόμενος τὸν πατέρα;) μήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τῆς ὡς πατρὶ καὶ γεν νήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μᾶλλον δὲ μικρῶς τε καὶ ἀναξίως, μὴ θεότητος ὢν ἀρχὴ καὶ ἀγαθότητος, τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεω ρουμένης· τῷ μὲν ὡς Υἱῷ καὶ Λόγῳ, τῷ δὲ ὡς προόδῳ καὶ οὐ διαλύτῳ Πνεύματι· ἐπειδή γε ἀναγκαῖον καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, καὶ ἑκάστην μετὰ τῆς ἰδιό τητος. 35.448