1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

16

φησὶν, ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; ὡς ἂν μάλιστα δυσχεραίνων, καὶ τὴν ἱερουργίαν αὐτῶν διὰ τὴν κακίαν ἀποπεμπόμενος.

ΞΒʹ. Ζαχαρίου μὲν γὰρ ὅτ' ἂν μνησθῶ, φρίσσω τὸ δρέπανον, ὁμοίως καὶ ἃ κατὰ τῶν ἱερέων μαρτύρε ται οὗτος· ἃ μὲν περὶ Ἰησοῦ τοῦ πάνυ, ἱερέως τοῦ μεγάλου, παραδηλοῖ, ὃν περιδύσας τῷ λόγῳ τὴν ῥυπαρὰν ἐσθῆτα καὶ ἀναξίαν, τὴν ἱερατικὴν καὶ λαμπρὰν περιτίθησιν· ὅσα τε ὁ ἄγγελος αὐτῷ λέγων πρὸς τὸν Ἰησοῦν καὶ ἐπισκήπτων πεποίηται· 35.473 ταῦτα μὲν, εἰς μείζονα καὶ ὑψηλότερα ἴσως ἢ κατὰ τοὺς πολλοὺς ἱερέας ἀναφερόμενα, σιωπῇ τιμά σθω· πλὴν ὅτι καὶ τούτου ἐκ δεξιῶν ὁ διάβολος εἱστή κει τοῦ ἀντικεῖσθαι αὐτῷ· πρᾶγμα ἐμοὶ γοῦν οὐ μέτριον, οὐδὲ ὀλίγου φόβου καὶ φυλακῆς ἄξιον.

ΞΓʹ. Ἃ δὲ τῶν λοιπῶν κατηγορεῖ ποιμένων ἐπιμε λῶς καὶ καθάπτεται, τίς οὕτω τολμηρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος, ὥστε μὴ τρέμειν ἀκούων, καὶ αὐτὸς ἑαυτοῦ γίνεσθαι μετριώτερος; Φωνὴ, φησὶ, θρη νούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγα λοσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τάδε πεπόνθασι. Μονονοὺ κἀκούει τῶν θρήνων ὡς ἤδη παρόντων, καὶ συνθρηνεῖ τοῖς πάσχουσιν. Ἔτι δὲ μικρὸν ἔμπροσθεν πληκτικώτερον καὶ σφοδρότερον· Ποιμαίνετε, φησὶ, τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο· καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον. Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐ τοῖς. ∆ιὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος παντοκρά τωρ· καὶ πάλιν· Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας, καὶ πατάξατε τοὺς ποιμένας, καὶ ἐκ σπάσατε τὰ πρόβατα· καὶ, ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ ὠργίσθη ὁ θυμός μου ἐπὶ τοὺς ποιμένας, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέ ψομαι· προστιθεὶς ἤδη τῇ ἀπειλῇ καὶ τοῦ λαοῦ τοὺς προέχοντας. Οὕτω φιλοπόνως προσκαθέζεται τῷ λόγῳ καὶ οὐδὲ ἀπαλλαγῆναι δύναται ῥᾳδίως τῶν ἀπειλῶν· ὥστε δέδοικα μὴ καὶ αὐτὸς ἀπευκτὸς ὦ οὕτως.

Ξ∆ʹ. Ἵνα δὲ τοὺς ἐν τῷ ∆ανιὴλ παραδράμωμεν πρεσβυτέρους· καὶ γὰρ παραδράμοιμεν, καὶ τὸ τῷ δεσπότῃ περὶ αὐτῶν καλῶς εἰρημένον καὶ προηγορευμένον, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδό κουν κυβερνᾷν τὸν λαόν· πῶς οἴσομεν Ἰεζε κιὴλ, τὸν τῶν μεγάλων ἐπόπτην καὶ ἐξηγητὴν μυστη 35.476 ρίων καὶ θεαμάτων; Πῶς μὲν ἃ τοῖς σκοποῖς διακελεύεται, μὴ κατασιωπᾷν τὴν κακίαν, καὶ τὴν ἐπερχομένην ταύτῃ ῥομφαίαν; ὡς οὔτε αὐτοῖς τοῦτο λυσιτελοῦν, οὔτε τοῖς ἁμαρτάνουσι· τοῦ δὲ προϊδέσθαι καὶ προκηρῦξαι ἀμφοτέρους ὀνήσον τος, εἰ οἱ μὲν εἴποιεν, οἱ δὲ ἀκούσαιεν, ἢ πάντως γε τοὺς μηνύσαντας.

ΞΕʹ. Πῶς δὲ τὴν ἄλλην καταδρομὴν, ἣν ποιεῖται κατὰ τῶν ποιμαινόντων, νῦν μὲν ἐν τούτοις τοῖς ῥήμασιν· Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν, καὶ ἐκζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων· νῦν δὲ ἐν ἐκείνοις πάλιν· Υἱὲ ἀνθρώ που, εἶπον αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμε νοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ· καὶ μετ' ὀλίγα· Οἱ ἱερεῖς αὐτῆς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις τε καὶ ἁγίοις, φησὶν, οὐ διέστελλον, ἀλλὰ πάντα ἦν αὐτοῖς ἓν, καὶ ἀπὺ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν· συντελεῖν τε τὸν τοῖχον, καὶ τοὺς ἀλείφοντας αὐτὸν ἀπειλῶν· τὸ δέ ἐστι, τοὺς ἁμαρτάνοντας καὶ τοὺς συγκαλύπτον τας· ὅπερ εἶναι κακῶν ἀρχόντων καὶ ἱερέων, καὶ πλαγιαζόντων τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἐν τοῖς ἐπιθυμήμασιν αὐτῶν.