1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

17

Ξςʹ. Καὶ σιωπῶ λέγειν ὅσα περὶ τῶν βοσκόντων ἑαυτοὺς διαλέγεται, τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, ἀλλὰ μὴ ποιμαινόντων τὰ πρόβατα, τὸ ἠσθενηκὸς οὐκ ἐνισχυόντων, καὶ τὸ συντετριμμένον οὐ καταδε σμούντων, καὶ τὸ πλανώμενον οὐκ ἐπιστρεφόντων, καὶ τὸ ἀπολωλὸς οὐκ ἐκζητούντων, καὶ τὸ ἰσχυρὸν οὐ φυλαττόντων, ἀλλὰ μόχθῳ κατεργαζομένων, καὶ κατὰ σπουδὴν ἀπολλύντων· ὡς διεσπάρθαι τὰ πρό βατα κατὰ παντὸς πεδίου καὶ ὄρους, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ γενέσθαι κατάβρωμα πᾶσι πε τεινοῖς καὶ θηρίοις, οὐκ ὄντος τοῦ ἐκζητοῦντος καὶ ἐπιστρέφοντος. Εἶτα τί; Ζῶ ἐγὼ, φησὶ, λέ γει Κύριος, ἀντὶ τοῦ ταῦτα οὕτως ἔχειν, καὶ γε νέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, ἰδοὺ ἐγὼ 35.477 ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ τὰ μὲν συνάξω καὶ περιποιήσομαι· οἱ δὲ τὰ καὶ τὰ πείσονται, ἃ τοὺς κακοὺς ποιμένας εἰκός.

ΞΖʹ. Ἀλλ' ἵνα μὴ, τὰ πάντων καὶ πάντας ἀπαριθμούμενος τοὺς προφήτας, μακρὸν ἀποτείνω λόγον, ἑνὸς ἐπιμνησθεὶς ἔτι τοῦ πρὸ τῆς πλάσεως ἐγνωσμέ νου, καὶ ἐκ μήτρας ἡγιασμένου (Ἱερεμίας ἦν οὗτος), τοὺς λοιποὺς ὑπερβήσομαι. Ζητεῖ μὲν οὗτος ὑπὲρ κεφαλῆς ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, ἵνα κλαύσῃ πρὸς ἀξίαν τὸν Ἰσραήλ· ὀδύρεται δὲ οὐχ ἧττον καὶ τῶν προεστώτων τὴν μοχθηρίαν.

ΞΗʹ. Λέγει μὲν αὐτῷ διελεγχόμενος πρὸς τοὺς ἱερεῖς ὁ Θεός· Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύ ριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπί σταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Λέ γει δὲ αὐτὸς πάλιν· Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, καὶ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. Ποι μένες τε, φησὶ, πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου· ἐμόλυναν τὴν μερίδα μου τὴν οὖσαν ἐπιθυ μητὴν, δεδόσθαι εἰς τὴν ἔρημον ἄβατον. Εἶτα πρὸς αὐτοὺς πάλιν ἀποτείνεται τοὺς ποιμένας· Ὦ, οἱ ποιμένες οἱ ἀπολλύντες καὶ διασκορπίζον τες τὰ πρόβατα τῆς νομῆς μου· διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξεώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ' ὑμᾶς, κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. Ἀλαλάζειν τε βούλεται τοὺς ποιμέ νας, καὶ κόπτεσθαι τοὺς κριοὺς τῶν προβάτων, διότι ἐπληρώθησαν αἱ ἡμέραι αὐτῶν εἰς σφαγήν.

ΞΘʹ. Καὶ τί μοι τὰ παλαιὰ λέγειν; Τίς δὲ, τοῖς Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἔταξε, νηφαλίους, σώφρονας εἶναι, μὴ παροίνους, μὴ πλήκτας, διδακτι κοὺς, ἀλήπτους ἐν πᾶσι καὶ ἀνεπάφους τοῖς πο νηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κα νόνων εὐθύτητα; Τί δαὶ ἃ τοῖς μαθηταῖς Ἰη σοῦς ἐπὶ τὸ κήρυγμα πέμπων νομοθετεῖ; ὧν τὸ κεφά λαιον, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, τοιούτους εἶναι τὴν ἀρετὴν, καὶ οὕτως εὐσταλεῖς καὶ μετρίους, καὶ ἔτι συντόμως εἰπεῖν, οὐρανίους, ὥστε οὐχ ἧττον διὰ τὸν τρόπον αὐτῶν, ἢ διὰ τὸν λόγον τρέχειν τὸ Εὐαγγέλιον. 35.480

Οʹ. Ἐμὲ δὲ φοβοῦσι καὶ ὀνειδιζόμενοι Φαρισαῖοι καὶ γραμματεῖς ἐλεγχόμενοι· ὧν αἰσχρὸν, εἰ πολὺ περιεῖναι δέον τὴν ἀρετὴν, ὡς διατετάγμεθα, εἴ τι δεοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τὴν κα κίαν φαινοίμεθα χείρους· ὥστε καὶ ὄφεις εἰκό τως ἂν ἀκοῦσαι, καὶ γεννήματα ἐχιδνῶν, καὶ ὁδηγοὶ τυφλοὶ, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες, καὶ τάφοι ῥυπαροὶ τὰ ἔνδον, μετ' εὐπρεπείας τῆς ἔξωθεν καὶ παροψίδες καθαραὶ τὸ φαινόμενον, καὶ τἄλλα ὅσα ἐκεῖνοι καὶ εἰσὶ καὶ ἀκούουσι.

ΟΑʹ. Τούτοις ἐγὼ σύνειμι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς λογισμοῖς· ταῦτά μοι τὸν μυελὸν ἐκτήκει, καὶ δαπανᾷ τὰς σάρκας, καὶ οὐκ ἐᾷ θρασὺν εἶναι καὶ ἄνω βλέποντα· ταῦτά μοι ταπεινοῖ τὴν ψυχὴν, καὶ τὸν νοῦν συστέλλει, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησι, καὶ οὐ περὶ προστα σίας εἶναι ποιεῖ τὸν λόγον, οὐδὲ τοῦ κατορθοῦν