1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

18

ἄλλους καὶ διευθύνειν, ὃ πολλῆς ἐστι τῆς περιουσίας· ἀλλ' ὅπως ἂν αὐτὸς τὴν ἐρχομένην ὀργὴν διαφύγοιμι, καὶ μικρόν τι τοῦ ἰοῦ τῆς κακίας ἐμαυ τὸν ἀποξέσαιμι. Καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι· σοφισθῆναι, καὶ οὕτω σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι Θεῷ, καὶ προσαγαγεῖν ἄλλους· ἁγιασθῆναι, καὶ ἁγιάσαι· χειραγωγῆσαι μετὰ χειρῶν, συμβουλεῦσαι μετὰ συνέσεως.

ΟΒʹ. Πότε οὖν ἔσται ταῦτα, φασὶν οἱ ταχεῖς τὰ πάντα, καὶ οὐκ ἀσφαλεῖς, οἱ ῥᾳδίως οἰκοδομοῦντες, καὶ καταλύοντες; Καὶ πηνίκα ὁ λύχνος ἐπὶ τὴν λυχνίαν; Καὶ ποῦ τὸ τάλαντον; οὕτω τὸ χάρισμα λέγοντες. Ταῦτα οἱ θερμότεροι τὴν φιλίαν ἢ τὴν εὐ λάβειαν. Πότε ταῦτα, καὶ τίς ὁ ἐμὸς λόγος, ὦ γεν ναιότατοι; Οὐ μακρὰ προθεσμία, οὐδὲ γῆρας τὸ ἔσχατον. Κρείσσων γὰρ πολιὰ μετὰ φρονήσεως ἀπαιδεύτου νεότητος, καὶ λελογισμένη βραδύτης τάχους ἀπερισκέπτου· καὶ ὀλιγοχρόνιος βασιλεία μακρᾶς τυραννίδος· ὡς καὶ ὀλίγη μερὶς τιμία πολλῆς κτήσεως ἀτίμου καὶ σφαλερᾶς, καὶ χρυσὸς ὀλίγος μολύβδου πολυταλάντου, καὶ πολλοῦ σκότους. ὀλίγον φῶς.

ΟΓʹ. Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατ εσπουδασμένον, μὴ τῶν σπερμάτων ἐκείνοις 35.481 ἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθὺς ἀνακύψαντα, οὐδὲ τὴν πρώτην ἤνεγκε τοῦ ἡλίου θερμότητα· ἢ τῷ κατὰ τῆς ψάμμου τεθέντι θεμελίῳ, μηδὲ ὀλίγον ἀντι σχόντι πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστι, φησὶ Σολομῶν· καὶ, Μὴ ἴσθι ταχὺς ἐν λό γοις, τοῦ αὐτοῦ Σολομῶντος φωνὴ, πρᾶγμά τι ἔλαττον, λέγοντος, τὸ περὶ λόγον τάχος τῆς περὶ πρᾶξιν θερμότητος. Καὶ τίς ἐστι παρὰ ταῦτα ὁ τὸ τάχος ἀπαιτῶν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ συμφέροντος; Τίς ὁ πλάττων, καθάπερ αὐθήμερον τοὺς πηλίνους, τὸν τῆς ἀληθείας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον, καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα, καὶ ἐπὶ τὸ ἄνω θυσιαστήριον ἀναπέμ ψοντα τὰς θυσίας, καὶ Χριστῷ συνιερεύσοντα, τὸν ἀναπλάσοντα τὸ πλάσμα, καὶ παραστήσοντα τὴν εἰκόνα, καὶ τῷ ἄνω κόσμῳ δημιουργήσοντα, καὶ τὸ μεῖζον εἰπεῖν, Θεὸν ἐσόμενον, καὶ θεοποιή σοντα;

Ο∆ʹ. Οἶδα τίνος ἐσμὲν λειτουργοὶ, καὶ ποῦ κείμε νοι, καὶ ποῦ πέμποντες· οἶδα τοῦ Θεοῦ τὸ ὕψος, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὴν δύναμιν πάλιν· Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα. Καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον καὶ τῆς σαρκὸς τὴν παχύτητα ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσει νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσι καὶ ἀοράτοις ἐν τοῖς ἀστάτοις καὶ ὁρω μένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκα θαρμένων καὶ εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασι. Τίς ὁ μετρήσας τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς τόπος τῆς καταπαύσεως αὐτοῦ, καὶ τίνι τῶν πάντων ὁμοιωθήσεται;

ΟΕʹ. Τίς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ, καὶ τῇ σοφίᾳ κατασκευάσας ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ καὶ οὐ περιδρασσόμενον, ἐγγίζον καὶ μακρυνόμενον; Εἶπα, σοφισθήσομαι, φησὶν ὁ Σολομῶν, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὸν ὑπὲρ ὃ ἦν, τὴν σο φίαν λέγων. Καὶ ὄντως ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα· οὐ μᾶλλον εὐφραίνοντος τοῦ 35.484 εὑρεθέντος ἢ ἀνιῶντος τοῦ διαφεύγοντος· ὅπερ, οἶμαι, φιλεῖ συμβαίνειν τοῖς ἔτι διψῶσιν ἀποσπω μένοις ὕδατος· ἢ κρατεῖν τι οὐ δυναμένοις, ἔχειν νομίζουσιν· ἢ οὓς ἀπῆλθεν εὐθὺς ἀστραπὴ περι λάμψασα.

Οςʹ. Τοῦτό με ἵστη κάτω, καὶ ταπεινὸν ἐποίει, καὶ εἶναι βέλτιον ἔπειθεν ἀκούειν φωνὴν αἰνέσεως, ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν· ἡ μεγαλειότης, καὶ τὸ ὕψος, καὶ τὸ ἀξίωμα, καὶ αἱ καθαραὶ φύσεις μόλις χωροῦσαι Θεοῦ λαμπρότητα, ὃν