1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

19

ἄβυσσος κα λύπτει, οὗ σκότος ἀποκρυφὴ, φωτὸς ὄντος τοῦ κα θαρωτάτου καὶ ἀπροσίτου τοῖς πλείοσιν· ὃς ἐν τῷ παντὶ τῷδε, καὶ τοῦ παντός ἐστιν ἔξω· ὃς καλόν ἐστιν ἅπαν, καὶ ἄνω παντὸς καλοῦ· ὃς νοῦν φωτίζει, καὶ διαφεύγει νοῦ τάχος καὶ ὕψος, ὑπο χωρῶν ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, καὶ ὑπ άγων πρὸς τὰ ἄνω τὸν ἐραστὴν τῷ φεύγειν, καὶ τῷ οἷον κρατούμενος κλέπτεσθαι.

ΟΖʹ. Τοσοῦτον μὲν δὴ καὶ τοιοῦτον ἡμῖν τὸ ποθού μενον καὶ σπουδαζόμενον· τοιοῦτον δὲ εἶναι χρὴ τὸν νυμφαγωγὸν τῶν ψυχῶν καὶ προμνήστορα. Ἔμοιγε μὴν δέος, μὴ καὶ τοῦ νυμφῶνος ἔξω ῥιφῶ δε θεὶς χεῖρας καὶ πόδας, ὡς οὐκ ἐνδεδυμένος ἔνδυμα γάμου, ἀλλὰ τολμηρῶς παρενείρας ἐμαυτὸν τοῖς ἐκεῖσε ἀνακειμένοις· καίτοι προσεκλήθην μὲν ἐκ νεότητος, ἵν' εἴπω τι τῶν τοῖς πολλοῖς ἀγνοου μένων, καὶ ἐπ' αὐτὸν ἐπεῤῥίφην ἐκ μήτρας, καὶ ἐδόθην δοτὸς ἐκ μητρικῆς ὑποσχέσεως, καὶ μετὰ τοῦτο τοῖς κινδύνοις ἐβεβαιώθην· καὶ ὁ πόθος συνηυξήθη, καὶ ὁ λογισμὸς συνέδραμε, καὶ πάντα ἔδωκα φέρων τῷ λαχόντι καὶ σώσαντι, κτῆσιν, πε ριφάνειαν, εὐεξίαν, τοὺς λόγους αὐτοὺς, ὧν τοῦτο ἀπήλαυσα μόνον, τὸ παριδεῖν καὶ ἐσχη κέναι ὧν Χριστὸν προετίμησα. Καὶ ἡδύνθη μοι τὰ τοῦ Θεοῦ λόγια, ὡς κηρία μέλιτος· καὶ τὴν σύν εσιν ἐπεκαλεσάμην, καὶ τῇ σοφίᾳ ἔδωκα φωνήν μου. Καὶ τἄλλα δὴ ταῦτα, οἷον θυμὸν μετρῆσαι, καὶ γλῶσσαν χαλινῶσαι, καὶ ὀφθαλμὸν σωφρονίσαι, καὶ γαστέρα παιδαγωγῆσαι, καὶ δόξαν πατῆσαι τὴν κάτω μένουσαν. Παραφρονῶν λέγω, ἀλλ' οὖν εἰρήσεται· ταῦτα μὲν οὐ τῶν πολλῶν ἴσως ἐγενόμην φαυλότερος.

ΟΗʹ. Τοῦτο δὲ φιλοσοφῆσαι κρεῖττον ἢ καθ' 35.485 ἡμᾶς, δέξασθαι ψυχῶν ἡγεμονίαν καὶ προστασίαν, καὶ μήπω μηδὲ ποιμαίνεσθαι καλῶς μαθόντας ἡμᾶς, μηδὲ καθαρθέντας τὴν ψυχὴν ὅσον ἄξιον, ἔπειτα ποίμνης ἐπιστατεῖν πιστευθῆναι· καὶ ταῦτα ἐν και ροῖς τοιούτοις, ἐν οἷς ἀγαπητὸν ὁρῶντα τοὺς ἄλλους ἄνω καὶ κάτω στρεφομένους τε καὶ ταρασσομέ νους, φυγόντα φυγῇ ἐκ τοῦ μέσου, ὑπὸ σκέπην ἀναχωρήσαντα, λαθεῖν τοῦ πονηροῦ τὴν ζάλην καὶ τὴν σκοτόμαιναν· ἡνίκα πολεμεῖ μὲν ἀλλήλοις τὰ μέλη, οἴχεται δὲ τῆς ἀγάπης, εἰ καί τι ἦν λείψα νον, ὄνομα δὲ κενὸν ἄλλως ὁ ἱερεὺς, ἐκχυθείσης ἐπ' ἄρχοντας ἐξουδενώσεως, ὥσπερ εἴρηται.

ΟΘʹ. Καὶ εἴθε κενόν· νυνὶ δὲ τρέποιτο εἰς κεφαλὰς ἀθέων ἡ βλασφημία. Φόβος δὲ ἅπας ἐξώρισται τῶν ψυχῶν· ἀντεισῆκται δὲ ἀναίδεια· τοῦ βουλομένου δὲ ἡ γνῶσις, καὶ τὰ βάθη τοῦ Πνεύματος· πάντες δέ ἐσμεν εὐσεβεῖς ἐξ ἑνὸς μόνου τοῦ καταγινώσκειν ἄλλων ἀσέβειαν. Χρώμεθα δὲ δικασταῖς τοῖς ἀθέοις, καὶ ῥιπτοῦ μεν τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλομεν τοὺς μαργα ρίτας ἔμπροσθεν τῶν χοίρων, βεβήλοις ἀκοαῖς καὶ ψυχαῖς τὰ θεῖα δημοσιεύοντες· καὶ τὰς τῶν ἐχθρῶν εὐχὰς ἐπιμελῶς ἐκπληροῦμεν οἱ δείλαιοι, καὶ πορ νεύοντες ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν οὐκ αἰσχυνό μεθα. Μωαβῖται δὲ καὶ Ἀμμανῖται, οἷς οὐδ' ἐξῆν παριέναι εἰς Ἐκκλησίαν Κυρίου, τοῖς ἁγιωτάτοις ἡμῶν ἐμβατεύουσιν. Ἠνοίξαμεν δὲ πᾶσιν οὐ πύλας δικαιοσύνης, ἀλλὰ θύρας λοιδορίας τε καὶ τῆς κατ' ἀλλήλων θρασύτητος· καὶ οὗτος ἄριστος ἡμῖν, οὐχ ὃς ἂν μηδὲ ῥῆμα πρόηται ἀργὸν φόβῳ Θεοῦ, ἀλλ' ὃς ἂν τύχῃ πλεῖστα τὸν πλησίον εἰπὼν κακῶς, ἢ διαῤῥήδην, ἢ ἐν αἰνίγμασι· καὶ ὑπὸ τὴν γλῶσσαν αὐτοῦ στρέφων κόπον καὶ πόνον, ἢ ἰὸν ἀσπίδων, εἰπεῖν οἰκειότερον.

Πʹ. Τηροῦμεν δὲ τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν· οὐδ' ἵνα θεραπεύ σωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς οὐχ ὁ τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σή 35.488 μερον ἐπαινοῦμεν, αὔριον ἐκακίσαμεν· καὶ ἃ παρ' ἄλλοις στηλιτεύεται, παρ' ἡμῖν θαυμάζεται· καὶ πάντα συγχωρεῖται προθύμως τῷ ἀσεβεῖν. Οὕτω τὴν κακίαν ἐσμὲν μεγαλόψυχοι!