1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

26

ΡΙΓʹ. Καὶ, ἔτι διελέσθαι σαφέστερον τῷ μὲν φόβῳ τῆς προστασίας, τάχα ἂν βοηθήσειε καὶ ὁ νόμος τῆς εὐπειθείας, τοῦ Θεοῦ τὴν πίστιν ἀμειβομένου διὰ τῆς ἑαυτοῦ χρηστότητος, καὶ εἰς προστάτην τέ 35.512 λειον καταρτίζοντος, τὸν αὐτῷ θαῤῥήσαντα, καὶ πάσας θέμενον ἐπ' αὐτὸν τὰς ἐλπίδας· τῷ δὲ κινδύνῳ τῆς ἀπειθείας, οὐκ οἶδα τίς ἔσται ὁ βοηθῶν, ἢ τίς ὁ θαῤῥεῖν διακελευόμενος λόγος. Φόβος γὰρ μὴ τοῦτό γε ἀκούσωμεν περὶ ὧν ἐπιστεύθημεν, ὅτι τὰς ψυχὰς αὐτῶν ἐκ τῶν χειρῶν ὑμῶν ἐκζη τήσω· καὶ Καθὼς ἀπώσασθέ με τοῦ εἶναι εἰς ἡγουμένους τοῦ λαοῦ μου καὶ ἄρχοντας, οὕτω κἀγὼ ἀπώσομαι ὑμᾶς τοῦ εἶναι ὑμῖν εἰς βασιλέα· καὶ, Καθὼς οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ἀλλ' ἐδώκατε νῶτον σκληρὸν, καὶ ἠπειθήσατε· οὕτως ἔσται, ὅταν ἐπικαλέσησθέ με· ἐγὼ δὲ οὐκ ἐπιβλέψω ἐπὶ τὴν προσευχὴν ὑμῶν, οὐδ' εἰσα κούσομαι. Ταύτας μὴ γένοιτο ἐλθεῖν ἡμῖν παρὰ τοῦ δικαίου κριτοῦ τὰς φωνὰς, ᾧ κἂν τὸν ἔλεον ᾄδωμεν, ἀλλὰ καὶ τὴν κρίσιν γε πάντως συνᾴδο μεν.

ΡΙ∆ʹ. Ἀλλὰ γὰρ πάλιν ἐπὶ τὴν ἱστορίαν φέρομαι, καὶ τῶν παλαιῶν τοὺς εὐδοκιμωτάτους ἀνασκοπῶν, εὑρίσκω ὅσους πώποτε εἰς ἐπιστασίαν ἢ προφητείαν ἢ χάρις προὐβάλετο, τοὺς μὲν εἴξαντας προθύ μως τῇ κλήσει, τοὺς δὲ ἀναβαλομένους τὸ χάρισμα· καὶ οὐδετέρων μεμπτὴν, οὔτε τῶν ὑποχωρησάντων τὴν δειλίαν, οὔτε τῶν ὁρμησάντων τὴν προθυμίαν. Οἱ μὲν γὰρ τῆς διακονίας τὸ μέγεθος ηὐλαβήθησαν· οἱ δὲ τῷ καλοῦντι πιστεύσαντες ἠκολού θησαν. Πρόθυμος ἦν Ἀαρών· ἀλλὰ Μωσῆς ἀπεμάχετο· ὑπήκουσεν Ἡσαΐας ἑτοίμως· ἀλλ' ἐδεδοίκει τὸ νέον Ἱερεμίας, καὶ οὐ πρότερον τὴν προφητείαν ἐθάῤῥη σεν, ἢ παρὰ Θεοῦ λαβεῖν καὶ ὑπόσχεσιν καὶ δύναμιν τῆς ἡλικίας κρείττονα.

ΡΙΕʹ. Τούτοις ἐμαυτὸν ἐγὼ κατεπᾴδω τοῖς λογισμοῖς, καί μοι κατὰ μικρὸν εἴκει τε καὶ μαλάσσεται, ὥσπερ σίδηρος, ἡ ψυχή· καὶ συνεργὸν λαμβάνω τῶν λογισμῶν τὸν χρόνον, καὶ συμβουλίαν τὰ τοῦ Θεοῦ δικαιώματα, οἷς πᾶσαν τὴν ἐμαυτοῦ ζωὴν κατεπίστευσα. ∆ιὰ τοῦτο οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, φησὶν ὁ ἐμὸς ∆εσπότης, οὐκ ἐπὶ προστασίαν καλούμε νος, ἀλλ' ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος· ἀλλὰ καὶ προσπίπτω καὶ ταπεινοῦμαι ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα, καὶ συγγνώμην αἰτοῦμαι τῆς πρὶν ἀργίας καὶ ἀπειθείας, εἴ τί μοι τοῦτο ἔγκλημα. Ἐσιώπησα μὲν, ἀλλ' οὐκ ἀεὶ σιωπήσομαι. Ὑπεχώρησα μέν τι μικρὸν, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι, καὶ 35.513 τῇ λύπῃ δοῦναι παράκλησιν· ἀλλὰ νῦν ὑψοῦν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν ἐδεξάμην. Εἰ ἐκεῖνα κατηγορίας, ταῦτα συγ γνώμης ἄξια.

ΡΙςʹ. Τί δεῖ μακροτέρων ἡμῖν τῶν λόγων; Ἔχετε ἡμᾶς, ὦ ποιμένες καὶ συμποιμένες· ἔχετε, ὦ ποίμνιον ἱερὸν καὶ Χριστοῦ τοῦ ἀρχιποιμένος ἄξιον· ἔχεις, ὦ πάτερ, εἰς πάντα νενικημένον, καὶ κατὰ τοὺς τοῦ Χριστοῦ νόμους πλέον ἢ τοὺς ἔξωθεν ὑπε ξούσιον. Ἔχεις τὴν εὐπείθειαν, ἀπόδος τὴν εὐλογίαν. Χειραγώγησον καὶ σὺ ταῖς εὐχαῖς, ὁδήγησον τῷ λόγῳ, τῷ πνεύματι στήρισον. Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· καὶ στηριχθείημεν ἐγώ τε καὶ ὁ πνευ ματικὸς οἶκος οὗτος, ὃν ᾑρετισάμην, ὅν μοι καὶ γενέσθαι κατάπαυσιν εἰς αἰῶνα αἰῶνος εὔχομαι, ἀπὸ τῆς ἐντεῦθεν Ἐκκλησίας ἐπὶ τὴν ἐκεῖθεν παραπεμφθέντι, καὶ πανήγυριν πρωτοτόκων ἀπογε γραμμένων ἐν οὐρανοῖς.

ΡΙΖʹ. Ἡ μὲν δὴ πρεσβεία τοσαύτη, καὶ οὕτως εὔλογος· ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ ἀποδοὺς ἡμᾶς ἀλλήλοις, ὁ καθίζων βασιλεῖς ἐπὶ θρόνων, καὶ ἀπὸ γῆς ἐγείρων πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ ἐκλεξάμενος ∆αβὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀναλαβὼν ἐκ τῶν ποιμνίων τῶν προβάτων, ἐλάχιστον ὄντα ἐν τοῖς υἱοῖς Ἰεσσαὶ καὶ νεώτατον· ὁ διδοὺς ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ πρὸς τὴν τοῦ Εὐαγγελίου τελείωσιν, αὐτὸς κρατήσειε τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, καὶ ἐν τῇ βουλῇ αὐτοῦ ὁδηγήσειε, καὶ μετὰ