1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

10

Ζʹ. Πρὸς τοὺς ἀφίλους ἐξιτήριον. Οἱ συνθύται, τέθνηκα τῷ φθόνῳ μόγις.

Ἑῴα λήξει καὶ δύσις, φθόνος τ' ἐμὸς Ἐχθροῖς, φίλοις· ἀπῆλθον· εὐφημήσατε. Πλὴν ἐξιτήριόν τι πᾶσι φθέγξομαι. Ἂν ἄλλον εὕρητ' ἀντ' ἐμοῦ, τιμήσατε. Τὸ σεπτὸν ἡμῖν Πνεῦμα, τῷ συνηγορῶ. Νῦν δ' οὐκέτ' εἰμὶ τῆς μάχης μεταίχμιον. 1025

Ηʹ. Πρὸς τοὺς φθονοῦντας. Τριὰς, σάου με· καὶ πάλιν καλῶ, Τριάς. Σὲ γὰρ

προφαίνων ἠμπολησάμην φθόνον. Λαὸς, νόμοι, τράπεζα, βήματα, θρόνοι, Λόγοι τ' ἀληθῶν δογμάτων συνήγοροι. Πῶς ταῦτα, καὶ τί ταῦτα; καὶ πόθεν ῥέων Ταῖς τοῦ Θεοῦ μου τοῦ κρατίστου Πνεύματος Ῥοαῖς, ξένον τε λαὸν ἐντρέφων καλῶς, Ἔπειτα σάρκας ἐκτακεὶς ἀθλήμασι Πολλοῖς ἀπῆλθον; ὦ σκοποὶ, κροτήσατε. Τέθνηχ' ὅ τ' ἄρδων, οἵ τε πεινῶντες λόγον. Εἰ μέν τι τούτων ἀντιδώσεις, Χριστέ μου, Μέγ' ἀντιδοίης· εἰ δὲ μὴ, καὶ τῶν χάρις. 1026

Θʹ. Πρὸς τοὺς αὐτούς. Μετῆλθον, ἦλθον, ἔρχομαι· μίξις μ' ἔχει Τρόμου χαρᾶς

τε· τοὐμὸν ἐτάζω βάθος, Μήτι χρεωστῶ, Χριστέ μου· πλὴν ἔρχομαι Ζῶον διωχθὲν ἐν βίῳ, μάλιστα δὴ Ἐχθροῖς φίλοις τε, συνθύταις, ἀντιστάταις. Τὰς σὰς πεσεῖν εἰς χεῖρας αἱρετώτερον, Ἢ τῇδε μοχθεῖν τοῖς φθόνου παλαίσμασι. Τῶν μὲν καλῶν γὰρ οὐδὲν ἐλπίζειν ἔχω. Τοῖς δ' αὖ κακίστοις συνθανεῖν κέρδος μέγα Χαίροιτε, γαστρίζοισθε, τοῖς ἐνυπνίοις Μεγαφρονεῖτε· μικρὰ γὰρ χαρήσετε. Κἀγὼ μετέσχον τῆς πλάνης· ἀλλ' οἴχομαι. 1027

Ιʹ. Πρὸς τοὺς τῆς Κωνσταντινουπόλεως ἱερέας, καὶ αὐτὴν τὴν πόλιν. Ὦ

θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες, Καὶ μεγάλης μονάδος λάτριες ἐν Τριάδι· Ὦ νόμοι, ὦ βασιλῆες ἐπ' εὐσεβίῃ κομόωντες, Ὦ Κωνσταντίνου κλεινὸν ἕδος μεγάλου, Ὁπλοτέρη Ῥώμη, τόσσον προφέρουσα πολήων, Ὁσσάτιον γαίης οὐρανὸς ἀστερόεις· Ὑμέας εὐγενέας ἐπιβώσομαι, οἷά μ' ἔοργεν Ὁ φθόνος; ὡς ἱερῶν τῆλε βάλεν τεκέων, ∆ηρὸν ἀεθλεύσαντα, φαεσφόρον οὐρανίοισι ∆όγμασι, καὶ πέτρης ἐκπροχέοντα ῥόον. Ποία δίκη, μόχθον μὲν ἐμοὶ καὶ δεῖμα γενέσθαι, Ἄστεος εὐσεβίῃ πρῶτα χαρασσομένου, 1028 Ἄλλον δ' αὖ μόχθοισιν ἐμοῖς ἔπι θυμὸν ἰαίνειν, Ἀρθέντ' ἐξαπίνης θῶκον ἐπ' ἀλλότριον, Οὗ με Θεός τ' ἐπέβησε, Θεοῦ τ' ἀγαθοὶ θεράποντες; Ταῦτα νόσος στυγερὴ, ταῦτα Θεοῦ θέραπες, Οἳ δῆριν στονόεσσαν ἐπ' ἀλλήλοισιν ἔχοντες, Χριστὲ ἄναξ, οὔ μοι ταῦτα νοοῦσι φίλα. Οὐ γὰρ ἴης γενόμην μοίρης θρασὺς ἀσπιδιώτης, Οὐδ' ἔθελον Χριστοῦ ἄλλο τι πρόσθε φέρειν. Ἁμπλακίη δ' ὅτι μηδὲν ὁμοίϊον ἤμπλακον ἄλλοις, Μηδ' ὡς νηῦς ὀλίγη φορτίδι συμφέρομαι. Ὣς καὶ κουφονόοισιν ἀπέχθομαι, οἵ ῥ' ἀνέηκαν Βῆμα τόδ' οὐχ ὁσίως καιροθέοισι φίλοις. Ἀλλὰ τὰ μὲν λήθης κεύθοι βυθός. Αὐτὰρ ἔγωγε Ἔνθεν ἀφορμηθεὶς, τέρψομαι ἀτρεμίῃ, 1029 Πάνθ' ἄμυδις, βασίλεια, καὶ ἄστεα, καὶ ἱερῆας Ἀσπασίως προφυγὼν, ὡς πόθεον τοπάρος, Εὖτε Θεός μ' ἐκάλεσσε καὶ ἐννυχίοισιν ὀνείροις, Καὶ πόντου κρυεροῦ δείμασιν ἀργαλέοις. Τοὔνεκα καγχαλόων φθόνον ἔκφυγον, ἐκ μεγάλου δὲ Χείματος, ἐν σταθερῷ πεῖσμα βάλον λιμένι, Ἔνθα νόου καθαροῖσι νοήμασι θυμὸν ἀείρων, Θύσω καὶ σιγὴν, ὡς τοπάροιθε λόγον. Οὗτος Γρηγορίοιο λόγος, τὸν θρέψατο γαῖα Καππαδοκῶν, Χριστῷ πάντ' ἀποδυσάμενον. 1166

ΙΒʹ. Εἰς ἑαυτὸν καὶ περὶ ἐπισκόπων. Ἴσως μὲν ἐχρῆν, ὡς κακούμενον φέρειν

Ταῖς τοῦ παθόντος ἐντολαῖς τυπούμενον, Οὕτω παθόντα καρτερεῖν καὶ τὸν λόγον, Ὡς, ἂν πλείως ὦμεν ἠγωνισμένοι, Καὶ μισθὸν ἐλπίζωμεν ἐντελέστερον. Ὧν γὰρ τέλειος μόχθος, ἐντελέστερος· Ὧν δ' οὐ τέλειος, καὶ τὸ ἆθλον ἐλλιπές. Ὡς ἂν δὲ μὴ