1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

13

ἀσάνδαλον, Ἐφήμερον, πλουτοῦντα ἐλπίδας μόνας, Μηδ' εὐπροσήγορόν τιν' εἰς δόξαν λόγου, 1181 Τοῦ μὴ δοκεῖν θωπείαν ἰσχύειν πλέον, Μηδ' ἀσχολεῖσθαι πρὸς λόγους ἀλλοτρίους. Τούτων τις ἔστω, καὶ τὰ πάντα δέξομαι, Ἄφθογγον, αἰσχρὸν, δυσγενῆ, βοηλάτην. Ὁ γὰρ τρόπος κάλυμμα τῆς μοχθηρίας. Τούτων τις εἴης, χ' ἁλιεύοις βατράχους, Ἔπειτα δώσομέν σε ἀγγέλων χοροῖς. Ἒν οὖν τι δός μοι· μὴ καθήρῃς δαιμόνων; Μὴ λεπρὸν ἐξέλοις, μὴ νεκρὸν τάφου; Μελῶν τε πῆξιν μὴ λάβοι παρειμένος; Θὲς τῷ κάμνοντι χεῖρα, καὶ στήτω νόσος. Οὕτω με πείσεις τοῦ λόγου καταφρονεῖν. Εἰ δ' ἐκ δυοῖν σοι τοῦ ἑνὸς συγκειμένου, 1182 Ἐπαινετοῦ τε, καὶ κατηγορουμένου, Τὸ μὲν λογίζῃ, τὸ δὲ παρατρέχεις ἑκὼν, Κλέπτεις κακούργως τὴν ὁμοίωσιν σφόδρα. Ματθαῖος ἦν τελώνης, ἀλλὰ τίμιος, Οὐχ ὡς τελώνης, ὡς δὲ Πνεύματος γέμων. Πέτρος μαθητῶν ἄκρος, ἀλλὰ Πέτρος ἦν, Οὐχ ὡς σαγηνεὺς, ἀλλ' ὅτι ζήλου πλέως. Πείθει με τιμᾷν καὶ τὸ δίκτυον ὁ τρόπος. Σοῦ δ' ἐκτρέπομαι, κἄν τι τῶν σεμνῶν φέρῃς, Τοῦτ' ἔστιν ἡ πάγη τε, καὶ τὸ θήρατρον. Γραφεύς τις εἷς ὁ τὰς καλὰς μιμούμενος Μορφὰς ἐν ἄλφοις καὶ σπαράγμασιν μόνοις. Ἢ πᾶν τὸ κάλλος γράψον, ἢ τὸ πᾶν πάρες. 1183 Κἀκεῖνο δ' εἰπὲ, πῶς ἀπαιδεύτους καλεῖς, Τοιοῦτοι ὧν λόγοι τε, καὶ συγγράμματα, Ὧν κάμνομεν νοῆσαι καὶ μικρὸν λάθος, Οἱ τοῖς λόγοις ἄνωθεν ἐντεθραμμένοι· Εἰς οὓς λόγος τοσοῦτος αὖθις καὶ πόνος, Ὡς μεστὰ πάντα τυγχάνειν πονημάτων Γλώσσης τε πάσης, καὶ φρενὸς εὐμαθεστέρας, Καρπὸν φερούσης, ὕψος ἐξηγήσεων; Πόθεν βασιλεῖς, καὶ πόλεις, καὶ συλλόγους, Κατηγοροῦντας, εὐθύνοντας ἐν λόγοις, Πρὸ βημάτων τε, καὶ θεάτροις ἐν μέσοις, Σοφοὺς, νομικοὺς, Ἕλληνας ὠφρυωμένους, ∆ημηγοροῦντες, εὐστομοῦντες καίρια, Ἔπειθον, ἐξήλεγχον ἐν παῤῥησίᾳ, 1184 Εἰ μὴ λόγου μετεῖχον, οὗ σὺ μὴ δίδως, Ἴσως ἂν εἴπῃς, ἐν ῥοῇ τοῦ Πνεύματος, Λέγων ἀληθῶς· ἀλλὰ τοὐντεῦθεν σκόπει. Σοὶ δ' οὐ μέτεστι Πνεύματος; καὶ μὴν φρονεῖς Τούτῳ μάλιστα. Πῶς φθονεῖς οὖν τοῦ λόγου Τοῖς τοῦτον ἐκζητοῦσιν; ἀλλ' ἤτοι μάτην ∆ίδως σὺ τοῦτο τῇ φύσει τοῦ Πνεύματος, Καὶ τοῖς δικαίοις· τῷ μὲν, ἐμπνεῖν τὸν λόγον, Τοῖς δ' ἐμπνέεσθαι, ᾗ πεφήνασιν σοφοί. Οὕτως ἀφύκτως ἐνδέῃ τοῖς σοῖς λόγοις, Ὦ ταῦτα λαλῶν σύγε προθύμως, καὶ μόνον, Ἃ μὴ λαλεῖσθαι κρεῖσσον, ἀλλ' ἔνδον μένειν. Ἄφωνον οἶδα πνεῦμα τῶν ἐναντίων· Καὶ τοῦτο σιγᾷν κρεῖσσον, ἢ λαλεῖν κακῶς. 1185 Τῶν μὲν λύοις τὴν γλῶσσαν, ὦ Θεοῦ Λόγε, Ὅσοι λαλοῦσιν ἔνδικα, τῶν δὲ καὶ βάρει, Ὅσοι φυσῶσιν ἀσπίδων συρίγματα, Πέμπουσί τ' ἰὸν ἔνδοθεν ἀδελφοκτόνον. Οὕτω μὲν οὖν σύ· τίς δ' ἀπαιδεύτου λόγος Ἄλλος γένοιτ' ἄν; ὡς δέ τ' ἀληθὲς ἔχει, Φρονεῖν τ' ἄμεινον, συντόμως ἐγὼ φράσω. Ἦσάν ποτ', ἦσαν εὐμαθεῖς, εἴπερ τινες, Οὐκ εὐμαθεῖς δὲ τὸν εὐπρεπῆ πάντως λόγον. Ἔχει γὰρ οὕτως· διττὸς ἡμῖν πᾶς λόγος, Λέξεις τε, καὶ νοῦς· αἱ μὲν, οἷον ἔκτοθεν Ἔσθημ', ὁ δ' ἔνδον σῶμα ἠμφιεσμένον. Καὶ τοῖς μὲν ἄμφω καλὰ, τοῖς δὲ θάτερον· Ἢ αἰσχρὸν αὖθις, ὡς μάθησις, ἢ φύσις. 1186 Ἡμῖν δὲ, τοῦ μὲν ἐκτὸς οὐ πολὺς λόγος, Ὅπως ποθ' ἕξει· τοῦ δ' ἔσω λίαν πολύς. Ἐν νῷ γάρ ἐστιν ἡμῖν ἡ σωτηρία, Πλὴν ἐκλαλουμένῳ τε, καὶ δηλουμένῳ. Πηγῆς τί κέρδος ἐστὶν ἐμπεφραγμένης; Τί δ' ἡλιακῆς ἀκτῖνος, ἣν κρύπτει νέφος; Τοιοῦτόν ἐστι νοῦς σοφὸς σιγώμενος, Οἷον ῥόδου τὸ κάλλος, ὃ κάλυξ σκέπει Οὐκ εὐπρεπής· τὸ τερπνὸν ἐκφαίνει δ', ὅταν Αὔραις ῥαγεῖσα τὸν τόκον θεατρίσῃ. Εἰ δ' ἦν ἀεὶ τὸ κάλλος ἐσκεπασμένον, Οὐδ' ἄν τις ἦρος ἦν χάρις τοῦ τιμίου. Οὐδὲν πλέον ζητοῦμεν, ὡς οὕτω λαλεῖν, Ὡς οἳ δοκοῦσιν εὐτελεῖς τὰ τοῦ λόγου. 1187 Εἰ δ' οὖν, παρίστη τὰς ἐκείνων ἐμφάσεις. Αὐγῆς ποθῶ τι καὶ μέρος τῆς σῆς λαβεῖν. Εἰ μὲν γὰρ οὐδέν εἰσιν οἱ γεγραμμένοι Λόγοι, τοσοῦτον πῶς ἐπαιζόμην χρόνον Ἢ πῶς θαλάσσης ψάμμον ἠρίθμουν μάτην, Νύκτας συνάπτων ἡμέραις ἐν τοῖς πόνοις, Ὡς ἄν τις ἔλθοι εἴς γε ῥυτίδας λόγος; Εἰ δ' εἰσὶν, ὥσπερ εἰσὶν, εὖ γεγραμμένοι, Μὴ δῷς ἀράχναις τῶν δικαίων τοὺς πόνους Πέζευέ μοι τὴν λέξιν, ἀγροικοστόμει, Οὐδὲν διοίσομ'· οἶδα καὶ