1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

16

Μορφαῖς, ἀφ' ὧν ποιούμεθα ζηλουμένων; Πλάστης γὰρ ἄλλος ὁ τρόπος καθίσταται, Ὃν ἔργον ἐκρίψαι τε καὶ πόῤῥω βαλεῖν. Οὐδὲν γάρ ἐστι δεύτερον καθάρσιον. 1202 Ἅπαξ γεγέννημ', εἶτ' ἀνεπλάσθην Θεῷ· Τυχόν τιν' ἄλλην ὕστερον πλασθήσομαι Πλάσιν, καθαρθεὶς τῷ φιλοτρόπῳ πυρί. Νῦν δ' οὐδὲν οἶδα φάρμακον, πλὴν δακρύων, Ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις, Οὐλαὶ δ' ὅμως μένουσιν, ὡς ἐμὸς λόγος, Τῶν πρὶν κακίστων τραυμάτων κατήγοροι. Εἰ δ' ἔστιν, ὅστις καὶ πλέον θαῤῥεῖ Θεῷ, Ἐμὸν τὸ κέρδος· πειθέτω μόνον λέγων. Εἴποι τάχ' ἄν τις, ὡς ἐπισκόπων χέρες, Τό τ' ἐν μέσῳ κήρυγμα, λουτροῦ τις χάρις, Ἅς τ' ἐκβοῶμεν, ὡς ἀνάξιοι, μέσας Φωνὰς, διδόντες τὴν κάθαρσιν τῇ κλίσει, Καὶ τῷ τυραννήσαντι δῆθεν Πνεύματι, 1203 Κρίσει δικαίων καὶ σοφῶν ἐπισκόπων· Οὓς θᾶττον οἶμαι τοῦ μύσους τι λαμβάνειν, Ἢ τῆς ἑαυτῶν λαμπρότητος προσνέμειν. Ῥᾷον κακοῦ γὰρ ἢ καλοῦ μετουσία· Γνώσῃ δ' ἐκεῖθεν, ὡς ἀληθεύει λόγος. Κρέας γὰρ εἰ ψαύσειεν ἡγιασμένον Ποτοῦ, Μιχαίας φησὶν, ἢ βρωτοῦ τινος, Οὐκ ἄν ποθ' ἁγνίσειεν, οὗ ψαῦσαν τύχοι· Ἐκ τῶν δ' ἀνάγνων ἁγνὰ κοινωθήσεται. Ταῦτ' οὖν ὁ θεῖος Παῦλος εὖ πεπεισμένος, Ἐν οἷς τυποῖ Τιμόθεον ἐξ Ἐπιστολῆς, Νόμον τίθησι, μὴ προχείρως τὰς χέρας Ἄγειν ἐπ' ἄλλον, μηδὲ κοινοῦσθαι τρόπον· Ἀρκεῖν γὰρ ἡμῖν φόρτον οἰκείων κακῶν. 1204 Ἔστω δὲ λουτρὸν, εἰ δοκεῖ, καὶ τοῦτό σοι. Τίς ἐγγυᾶται τὸν τρόπον, χρόνου δίχα, ∆εικνύντος, ὡς ἔσμηξε καὶ βάθος χάρις, Ἀλλ' οὐκ ἐπιπολῆς, ὡς βαφή τις ἐκ πόας Ἡ λαμπρότης, ἧς καὶ τὸ καλὸν ἔκπλυτον; Ἔστω δὲ καὶ τοῦθ' ἡ κάθαρσις παντελής· Ὁ βαθμὸς ἤμειψέν σε· ἄγγελον βλέπω. Τοῦτ' οὖν ὁ πιστὸς, καὶ σέβων ἐμοὺς νόμους, ∆ώσει προθύμως, ἐνδιδοὺς τῷ δόγματι. Ὁ δ' ἐκτὸς οὐδέν' οἶδε, πλὴν εὐδοξίας, Ὅρον τίθεσθαι τοῦ καλοῦ τῆς πίστεως· Ὃς τῶν μὲν αὑτοῦ μηδὲ ἓν λογίζεται, Τῶν σῶν δὲ πικρὸς ἵσταται κατήγορος· Πῶς τοῦτον, εἰπὲ, πείσομεν δόξαν λαβεῖν 1205 Ἄλλην, παρ' ἣν δεδώκαμεν τῷ πρὶν βίῳ; Πῶς γλῶσσαν ἐμφράξομεν, ἢ τίσιν λόγοις; Περιφρονεῖν γὰρ οὐδὲ τοῦτ' ἐμῶν νόμων, Οἳ πάντοθεν ξέουσιν, ὡς ἄγαλμά τι, Τὸν προστάτην, ὡς μή τι τοῦ λαοῦ βλαβῇ. Καὶ τοῦτ' ἀφήσω, τὴν χάριν δόξῃ κρατεῖν. Πάντες τεθήπασί σ', οὐδ' ὁ μῶμος ἅπτεται. Εὐθὺς μετ' Ἠλίαν σὺ τῷ σεμνῷ λόγῳ. Πῶς ὢν ἄπειρος κἀμαθὴς ἄνω κάθῃ Τῶν ἐκπονουμένων τε καὶ ποθουμένων Πολλοῖς; τέθηπά γ', εἴγε σοι ποθουμένων. Τὸ γὰρ φρόνημα οὐδὲ μὲν μαθεῖν ἐᾷ, Πεῖθον τὰ μὴ προσόντα ῥᾳδίως ἔχειν. 1206 Ἀλλ' οὐχὶ τοῦτο· ἀλλ' ἐκεῖνο πῶς φύγῃς, Ὁμοῦ μαθητὴς καὶ διδάσκαλος δοκεῖν, Θήγοντα θήγων, ὡς ὀδόντες τῶν συῶν, ∆έον διδάσκειν ἐκμαθόντα τοὺς νόμους· Τίς ἡ τοσαύτη σύγχυσις τοῦ πράγματος; Πόθεν τὸ δόγμ' εὔωνον οὕτω γίγνεται; Πύκτης μὲν οὐδεὶς, ὅστις οὐ τὸ πρὶν χέρα Προὐβάλλετ', οὐδ' ἐσκέψατ' εὔκαιρον στάσιν. Οὐδὲ σταδιεὺς μὴ τὼ πόδε προγυμνάσας. Αὐλοὺς δὲ τίς ποτ' εὐφρονῶν αὐθήμερον Τέτμηκεν, ἐξήσκησεν, ἠγωνίσατο; Γραφεὺς δὲ τίς ποτ' ἄκρος ἠκούσθη ποτὲ, Μὴ πολλὰ μίξας χρωμάτων μορφώματα; 1207 Ἐῤῥητόρευσεν δ', ἢ νόσους τίς ἤλασε, Πρὸ πλειόνων λόγων τε καὶ νοσημάτων; Μικροῦ γ' ἂν ἦσαν αἱ τέχναι τιμήματος, Εἰ τῷ θέλειν ὑπῆρχε τὸ κτᾶσθαι μόνον. Τὸν δὲ πρόεδρον δεῖ κελευσθῆναι μόνον Εἶναι καλόν τε κἀγαθὸν παραυτίκα. Καὶ τοῦτ' ἐκεῖνο· «Πρᾶξίς ἐστιν ἡ φάσις.» Χριστὸς κελεύει, καὶ κτίσις παρίσταται. Καὶ τοῦτο σιγῶ. Πῶς δὲ σὺ βλέπων κάτω Τοῦτον μένοντα τοῦ Θεοῦ παραστάτην, Ὑψαυχενεῖς τε καὶ θρόνων στέργεις κράτος, Ἀλλ' οὐχὶ φρίσσεις, οὐδ' ἐπιτρέμεις θρόνοις, Μὴ βοῦς ἐλαύνῃς κρείσσονας βοηλάτου; Σκόπει γὰρ οὕτως, εἰ σχολή σοι καὶ βλέπειν. 1208 Οὗτος χαμεύνης, καὶ κόνει βεβρωμένος, Καὶ σάρκας ἐξέτηξεν ἀγρυπνίαις, Ψαλμῳδίαις τε καὶ στάσει νυχθημέρῳ, Καὶ νοῦ πρὸς ὕψος ἐκ πάχους ἐκδημίαις. Τί γὰρ τάφοις δεῖν εἰσφέρειν τε χοῦν ὅλον, Σκώληξί τ' εἶναι δαψιλεστέραν τροφὴν, Γεννῶντα, καὶ τρέφοντα τοὺς γεννωμένους; Καὶ δακρύων ἔσμηξε πηγαῖς τοὺς σπίλους, Εἴ πού τιν' εἶχε καὶ βραχὺν ῥαντίσμασιν, Οἷς βάλλεθ' ὅστις καὶ σοφὸς πηλῷ βίου· Τύποις τε