1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

19

ἀμβλώματα, Τοσοῦτον, ὅσον αὐτὸς περιφρονητέος, Ἓν τοῦτ' ἔχων φρύαγμα λαμπρὰν τὴν πόλιν, Ἐφ' ᾧ σε δεῖ καὶ μᾶλλον ὄλλυσθαι κακῶς. Πλείους γὰρ οὕτω δημιουργεῖς τοὺς κακούς. Κάνθων δὲ τίς ποτ' ἀστικῶν ἄλλου πλέον Κάνθωνος ἐζήτησεν ἀγροίκου φέρειν; Ἀλλ' ἔστιν, ὥσπερ ἔστι, κἂν οἰκῇ πόλιν. Τί ταῦτα; πῶς μὴ ταῦτα συμπράττῃ κακοῖς; Πῶς δ' εὐδρομοῦσι μὴ σαφὴς ὄλισθος ἦν; Πάσχουσι γάρ τι καὶ σοφοὶ τῶν οὐ σοφῶν, 1224 Ὅταν κακοῖς μὲν εὐροῇ τὰ πράγματα, Λυπρὸν δ' ἔχωσιν οἱ κατορθοῦντες βίον. Ἦ τοῦτ' ἄριστον, ὥσπερ ἐν ζάλῃ τινὶ Πάντα στρεφούσῃ, μικρὸν ἐκκλίναντά τι, Πάντων ἄνω τε καὶ κάτω δονουμένων, Ἐν ἀσφαλείᾳ τὰς βραχείας ἡμέρας Θέσθαι, τὸ γῆρας δ' ἐν καλῷ στῆσαι τέλει. Θρόνους μὲν οὖν ἔχοιτε, καὶ τυραννίδας, Ὑμεῖς, ἐπεὶ καὶ πρῶτα ταῦθ' ὑμῖν δοκεῖ· Χαίροιτε, ὑβρίζοιτε, πατριαρχίας Κληροῦσθε, Κόσμος ὑμῖν εἰκέτω μέγας· Τόπους ἀμείβοιτ' ἐκ τόπων· τοὺς μὲν κάτω Βάλλοιτε, τοὺς δ' ὑψοῦτε· ταῦθ' ὑμῖν φίλα. Χωρεῖτ'· ἐγὼ δὲ συστραφήσομαι Θεῷ, 1225 Ὧ ζῶ, πνέω τε καὶ πρὸς ὃν βλέπω μόνον, Ὧ πρὶν γενέσθαι μ' ἡ τεκοῦσ' ὑπέσχετο, Ὧ κίνδυνοί τε συνῆψαν, καὶ νυκτῶν χάρις. Τούτῳ τε θύσω νοῦ καθαρὰ κινήματα, Ὡς γοῦν ἐφικτὸν, προσλαλῶν μόνῳ μόνος. Ταῦτα πρὸς ὑμᾶς τοὺς κακοὺς ὑπὲρ καλῶν, Οἷς εἴ τις ἄχθεθ', εὗρεν, ὃν ζητεῖ, λόγος. Τὰ δ' ἄλλα ἐκεῖθεν, ὦ φίλοι, λελέξεται· Πλὴν ἐξιτήριόν τιν', εἰ δοκεῖ, λόγον, Βραχὺν μὲν, ἀλλὰ χρήσιμον, δέξασθέ μου, Ὡς οἱ πατρῴας λαμβάνοντες ἐν τέλει Φωνὰς, ἐπισκήψεις τε μνήμης ἀξίας· Μεθ' ἃς λόγος τις οὐκέτ' ἐξακούεται, 1226 Ὧ καὶ πλέον μένουσιν ἐν βάθει φρενός. Ἄλλον τιν' εἰ λάβοιτε Γρηγόριον, φίλοι, Φείδοισθε μᾶλλον· εἰ δὲ μὴ, τὸ δεύτερον, Εἴητε καλοὶ κἀγαθοὶ τοῖς πλησίον, Ὑμῖν τε αὐτοῖς, οἱ τέως ὁμόφρονες, Ἕως κρατεῖσθε τοῖς ἴσοις παθήμασιν. Ἥν τ' αὐτὸς ἐσπούδαζον εἰρήνην, ἀεὶ Στέργοιτ', ἀφέντες τὰς ἰδίας ἀῤῥωστίας, Ὑφ' ὧν τὸ κοινὸν ἐκταράσσετ' ἀθλίως. Κἀγὼ παρήσω τοὐμὸν, εἴτε τι πλέον Ἄλλων φρονοῦμεν, εἴτε μ' ὁ μακρὸς χρόνος Ποιεῖ τραχύν τε καὶ τὰ πλείω δύστροπον, Εἴτ' οὖν πεπληγὼς ἐκ μέθης τὸν νοῦν μόνος 1227 Μέθῃ τετρῶσθαι τοὺς ἀοίνους οἴομαι. Νομίζεσθ', ὡς βούλεσθε. Πλὴν μέμνησθέ μου Τοῦ πολλὰ μοχθήσαντος ἐν φίλων τρόποις, Καλὸν δ' ἔχοντος τὸν λογισμὸν προστάτην, Τό τ' ἐκλύον με τῶν κακῶν γῆρας τόδε· Οὕτω τάχ' ἄν μοι τῶν φίλων σπείσαιτό τις, Πάλης θανούσης, ᾗ φθόνος συνέρχεται.

ΙΓʹ. Εἰς ἐπισκόπους. Ὦ θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες! Ὦ ψυχῶν

ταμίαι μεγακύδεες! Ὦ μεγάλοιο Πλάσμα Θεοῦ χείρεσσιν ἐν ὑμετέρῃσι φέροντες! Ὦ Θεὸν ἀνθρώποισι μέγ' ἔξοχον εἰς ἓν ἄγοντες! 1228 Ὦ κόσμοιο θέμεθλα, βίου φάος, ἕρμα λόγοιο, Μυστοπόλοι ζωῆς ἀτελευτήτοιο φαεινῆς, Χριστοφόροι, θώκοισιν ἐνεδριόωντες ἀρίστοις, Ὑψηλοὶ, θεάτροισι γεγηθότες εὐπρεπέεσσι, Σκηνοβάται, κώλοισιν ἐφεσταότες ξυλίνοισιν, Ἀδρανέως χάσκοντες ἐν ἀλλοτρίοισι προσώποις, Εὐσεβίης ὅσα δ' ἐντὸς, ὁμοίϊα πᾶσιν ἔχοντες Ὑμεῖς μὲν παίζοιτε, τά περ καὶ παίζετ' ἀεικῶς, Καὶ σοβαρὸν φθέγγοισθε, τὰ δ' ἔρδετε ὡς μάλ' ἐλαφρά. Αὐτὰρ ἐγὼν, εἰ καί με κακὸν καὶ ἀνάρσιον ἄνδρα Πάντες ὁμοῦ θείητε, χοροῦ δ' ἄπο τῆλε δίοισθε Ὑμετέρου, βάλλοντες ἐπασσυτέροισιν ὀϊστοῖς, Ἀμφαδίοις, κρυπτοῖς τε, τό περ καὶ φίλτερον ὑμῖν· 1229 Ἀλλ' ἔμπης τά με θυμὸς ἐποτρύνει καὶ ἀνώγει, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω Ψυχῆς, ὡς ὅτε κῦμα βιώμενον ἔνδοθι λάβρῳ Πνεύματι, καὶ σήραγγας ὑποτρέχον, οὐκ ἐπίοπτα Καγχλάζει, καί πού τι διεκπίπτει δαπέδοιο, Ῥηγνυμένης ὠδῖνος ἀνὰ στόμα. Τοῖα πέπονθα. Οὐ δύναμαι χαδέειν ἐντὸς χόλον· ἀλλὰ δέχεσθε, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, υἱὸν ἀνίης. Φάρμακον ἄλγεός ἐστι καὶ ἠέρι μῦθον ἐνισπεῖν. Σῶμα μέγα Χριστοῖο, τὸ τίμιον εὖχος ἄνακτος, Λαὸς ὅλης γαίης βασιλήϊος, ἔθνος ἄπιστον, Ἦν ὅτ' ἔην. Νῦν αὖτε Θεοῦ κτέαρ ἔνθα καὶ ἔνθα Σείεται, οἷά τε κῦμα πολυσμαράγοιο θαλάσσης, 1230 Ἠὲ φυτὸν ζαμενέσσι