1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

20

τινασσόμενον ἀνέμοισι. Λαὸς ὅδ', ᾧ Θεὸς ἦλθεν ἀπ' οὐρανίοιο θοώκου, Κῦδος ἑὸν θνητοῖσιν ἐνὶ σπλάγχνοισι κενώσας, Καὶ μίχθη μερόπεσσι, Θεὸς βροτὸς εἰς ἓν ἀγερθεὶς, Καὶ μέγαν ὦνον ἔδωκε παθὼν δέμας, αἷμά τε θεῖον Ῥύσιον ἡμετέρης κακίης χέεν, ἄλλα τε πολλὰ Θύματα, τοὺς μετέπειτα λόγον σπείραντας ἅπασι. Καὶ γλυκεροῦ θανάτοιο πικρῆς χερὸς ἀντιάσαντας, Ὥς κε λόγῳ τίσωσι Λόγον Θεὸν, αἵματι δ' αἷμα. Τίς δονέει τόδε σῶμα; πόθεν τόσον ἄχθος ἔμοιγε; Πῶς δέ τε σῦς μονόφορβος ἐμὴν δηλήσαθ' ἁλωήν; Πῶς μήνη σκοτέεσσα τόσον κλέος ἀμφεκάλυψε; Λυσσήεις, κακοεργὸς, ἐπεὶ, μερόπεσσι μεγαίρων, 1231 Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Ζωῆς τ' ἀθανάτου, κλέψας δηλήμονι καρπῷ, Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασιν αἰὲν ἀτάζων, Οὐ σθένεν, ὡς ποθέεσκεν, ὅλον γένος, οἷσι δήλοισι Γνὺξ βαλέειν (σπινθὴρ δὲ λόγου, καὶ πυρσὸς ἀερθεὶς, Πᾶσαν ἐπέδραμε γαῖαν ἀοίδιμος, οἱ δὲ διῶκται Καὶ πλέον ἐστήριξαν ἀεθλοφόροισι παγέντας), ∆εύτερον εὕρατο μῆχος ἐπίκλοπον. Ὡς στρατὸν ἔγνω Καρτερὸν, ἡγητῆρσιν ὀλοίϊον ἔμβαλεν ἔχθος. Καὶ γὰρ, ἀγοῦ πίπτοντος, ὅλος στρατὸς ἐς χθόνα νεύει. Ποντοπόρον δέ τε νῆα κακὸς πρήνιξεν ἀήτης, Ἢ σκοπέλοισιν ἔαξε, κυβερνητῆρος ἄτερθεν. Ὣς δὲ δόμους τε, πόλεις τε, χόρους, βόας, ἅρματα, πῶϋ 1232 Βλάψεν ἀϊδρείη σημάντορος, Εἰδόσι μῦθος Ἡμετέρην κακίην, ὁπόσοι λαοῖο πρόεδροι. Πρόσθε μὲν ἀνδροφόνοισι φυγῆς πτολίεθρα τέτακτο, Καὶ χῶρός τις ἔην ἀποπομπαίοις θυέεσσι, Καί τις καὶ πικρίης καὶ αἵματος ὑστατίοισιν Ἤμασιν, οἷ Χριστοῖο κακόφρονες ἐξεκένωσαν Μισθὸν ἀτιμήτοιο κακὸν καὶ τυτθὸν ἔχοντες, Οὔ τι μὲν ἐξ ἀέκοντος, ἐπεὶ Θεός ἐστιν ἄληπτος Χείρεσιν, εὖτ' ἐθέλῃσιν· ἀτάρ γε μὲν ἐξεκένωσαν. Νῦν δ' ἕνα χῶρον ἴσασιν ἀτασθαλίης τε μόρου τε Πάντες, ὅσοι ξεῖνοί τε καὶ ἕρκεος ἡμετέροιο, Τὸ σεπτὸν τοπάροιθε σοφῶν ἕδος, ἕρκος ἀρίστων, Βῆμα τόδ' ἀγγελικῇσι χοροστασίῃσι τεθηλὸς, 1233 Κιγκλίδα τὴν μεσάτην κόσμων δύο, τοῦδε μένοντος, Τοῦ τε παριπταμένοιο, θεῶν ὅρον, ἡμερίων τε. Ἦν ὅτε ἦν. Νῦν αὖτε γελοίϊον, ἡνίκα πᾶσιν Ἐντὸς ἀκληΐστοιο θύρης δρόμος, ὡς δοκέω μοι Κήρυκος βοόωντος ἐνὶ μεσάτοισιν ἀκούειν· «∆εῦρ' ἴθ' ὅσοι κακίης ἐπιβήτορες, αἴσχεα φωτῶν, Γάστορες, εὐρυτένοντες, ἀναιδέες, ὀφρυόεντες, Ζωροπόται, πλάγκται, φιλοκέρτομοι, ἁβροχίτωνες, Ψεῦσταί θ' ὑβρισταί τε, θοῶς ἐπίορκον ὀμοῦντες, ∆ημοβόροι, κτεάτεσσιν ἐπ' ἀλλοτρίοισιν ἀάπτους Βάλλοντες παλάμας, φθονεροὶ, δολόεντες, ἄπιστοι, 1234 Θῶπες ἐρισθενέων χθαμαλοὶ, χθαμαλοῖσι λέοντες, Ἀμφίθετοι, καιροῖο πολυτρέπτου θεράποντες, Πουλύποδες πέτρῃσιν ἀειδόμενοι χρόα μύθῳ, Ἀρτίγαμοι, ζείοντες, ἔτι χνοάοντες ἴουλον, Ἦ κλέπται φυσικοῖο πυρὸς, φαέεσσιν ἔχοντες Ἠερίην φιλότητα, ὅτ' ἀμφαδίην ἀλέησθε, Νήϊδες οὐρανίων, νεολαμπέες, αἰθαλόεντες, Πνεύματι αἰγλήεντι συνερχομένης κακότητος. ∆εῦρ' ἴτε θαρσαλέοι. πᾶσι θρόνος εὐρὺς ἕτοιμος, ∆εῦρ' ἴτε, δεξιτερῇσι νέους κλίνοιτε τένοντας Πᾶσι προφρονέως, καὶ μὴ ποθέουσι τέτανται. 1235 Μάννα πάλιν, ξένος ὄμβρος· ἅπας κόλποισι λέγοιτε, Ὃς πλέον, ὅς τ' ἐπιδευὲς, ἴην χάριν. Εἰ δ' ἐθέλοιτε, Μηδ' ἁγίου φείδοισθε θεουδέος ἤματος ἀργοῦ. Ἢ τάχα καὶ παλάμῃσιν ἐν ἀπλήστοισι πύθοιτο. Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ' οὐρανὸς εὐρὺς, ἅ τ' οὐρανὸς ὄμμασι φαίνει, Ξυνὴ δ' αὖ πόντοιο χάρις, ξυνοί τε θόωκοι. Θαῦμα μέγ', οὐδὲ Σαοὺλ χάριτος ξένος, ἀλλ' ὑποφήτης. Μή τέ τις οὖν ἀροτὴρ, μὴ τέκτων, μὴ σκυτοεργὸς, Μὴ θήρην μεθέπων, μήτ' ἔμπυρον ἔργον ἐλαύνων, Τῆλε μένοι, μὴ δ' ἄλλον ἔχοι σημάντορα θεῖον. Κρεῖσσον γὰρ κρατέειν, ἠὲ κρατέοντι πιθέσθαι. Ἀλλ' ὁ μὲν ἐκ χειρῶν πέλεκυν μέγαν, ὃς δ' ἄρ' ἐχέτλην 1236 Ῥίψας, ὃς δὲ δορὴν, ὃς δούρεα, ὃς δὲ πυράγρην, Ἐνθάδ' ἴοι, θείην δὲ περιθλίβοισθε τράπεζαν, Στεινόμενοι, στεινοῦντες. Ὁ δ' ἄλκιμος ἄλλον ἐλαύνοι, Πολλάκι καί τ' ἄριστον, ἐνιδρώσαντα θρόνοισι, Γηραιὸν, σάρκεσσι τετρυμένον, οὐρανοφοίτην, Κόσμον ἀτιμάζοντα, Θεοῦ μετὰ μοῖραν ἔχοντα, Καὶ νέκυν ἐν ζωοῖσι, θυηπόλον