1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

22

τοίοισι νόμοις ἀρετῆς προμάχιζον· Ἡμεῖς δ' αὖ κακίῃ γέρα θήκαμεν· ὢ θανάτοιο! Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Σχέσθε, φίλοι· λήξωμεν ἀτασθαλίῃ μογέοντες· Ὀψέ ποτ' εὐαγέεσσι Θεὸς τίοιτο θυηλαῖς. 1243 Εἰ μὲν δὴ πεπίθοιμεν, ὀνησόμεθ'· εἰ δὲ καλύπτοι Μῦθον ἐμὸν πολιήν τε νέων θράσος, ἠὲ κολοιῶν Οὖλον ἐπικρώζοντες ἐμοὶ νέφος ἀφραδίῃσι, Μαρτύρομ' ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ κελαινὸν Ἦμαρ, ὃ τὴν κούφην πυρὶ βόσκεται ὕστατον ὕλην, Οὐ μὲν ἐγὼ κείνοισιν ὁμόθρονος, οὐχ ὁμοεργὸς, Οὐδέ τι συμφράδμων, οὐ σύμπλοος, οὐ συνοδίτης. Ἀλλ' οἱ μὲν περόῳεν ἑὴν ὁδόν· αὐτὰρ ἔγωγε Ζητῶ Νῶε κιβωτὸν, ὅπως μόρον αἰνὸν ἀλύξω. Αὐτὰρ ἔπειτα φύγοιμι, κακῶν ἄπο τηλόθι μίμνων, Καὶ Σοδόμων πυρόεντα πικρὸν καὶ ἀθέσφατον ὄμβρον, Ὦν ὅδε δεσμὸς ἔχει πλάγκτην νόον ἔνδον ἀγείρας, 1244 Εἴσω πᾶς ὁρόων, γελόων βιότοιο θυέλλας, Αἵ ῥά τε καὶ πινυῶν αἰσχρῶς κονίουσι πρόσωπα, Αἰεί τε πραπίδεσσι νοήματα θεῖα χαράσσων, Χείροσιν οὐκ ἐπίμικτα, διαυγέα, φωτὶ πελάζων Τρισσοφαοῦς θεότητος, ἐπειγομένοισι πόθοισιν Ἵλαον ἀθανάτοιο Θεοῦ πρὸς θῶκον ἱκοίμην· Ἔνθα τε πάντ' ἀναφανδὰ, τὸ δὲ πλέον ἰσοτάλαντον Τῆμος ὅτ' ἐν χείρεσσι Θεοῦ ζυγὸν ὀρθοδίκοιο.

Ι∆ʹ. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς φθονοῦντας, ἡ δὲ ἀκροστιχὶς οὕτως. Γρηγορίου

ἱερῆος ἀθύρματά τε στοναχαί τε. Τέρπεσθ', οἷσι φίλον, πήμασιν ἡμετέροις. 1245 Ἔχει τι κομψὸν ἡμῖν ἡ ληρῳδία. Ἐκ τῶν ἰάμβων ἄλλο μέτρον τίκτεται. Ἀκροστίχοις πρόσελθε, καὶ γνώσῃ σαφῶς. Γέρων μέν εἰμι, καὶ κακῶν πολλῶν ἴδρις. Ῥυτὶς γάρ ἐστι πραγμάτων ἐμπειρία, Ἣ δὴ φρόνησιν ὡς τὰ πόλλ' ἐργάζεται. Γῆρας δὲ τοὐμὸν οὐδέπω τόσον κακὸν, Ὅσον τονῦν, εἰσεῖδεν ἐν μακρῷ χρόνῳ. Ῥᾷστον δ' ἂν εἴη καὶ μαθεῖν βραχεῖ λόγῳ. Ἵσταντ' ἀθέσμως ἀντίοι λαοῦ πρόμοι, Ὄπλοις χόλῳ τε καὶ φθόνῳ πεφραγμένοι, Ὕβρει ζέοντες, ἀγρίου πυρὸς δίκην, Ἵστανθ', ὅλη δὲ συσχιδὴς οἰκουμένη. 1246 Ἐγὼ δ' ὁ κομψὸς (οὐ γὰρ ἐφρόνουν μικρὰ), Ῥάβδῳ μὲν εἶχον οὐδαμῶς πλήσσειν κακούς· (Ἦ παντὸς ἂν τόδ', ἴστε, καὶ νῦν ἐπριάμην·) Ὃ δ' ἦν, ἔπραττον· εἰχόμην ἀμφοῖν λίθοιν, Σωτῆρα τὸν ἀκρόγωνον ἐκμιμούμενος. Ἀλλ', ὡς λέουσιν ἢ συσὶ πεφρικόσι Θυμὸν διαιτῶν, ἐν μέσῳ συῤῥήξεως, Ὕβριν τε οὐκ ἔπαυσα, καὶ συνετρίβην. Ῥᾷον παθεῖν γὰρ, ἤ τι τῶν καλῶν δράσαι. Μάρτυς μὲν, ἀκμὴ τοῦ παθεῖν κάμνων πλέον Ἀπηλλάγην τάχιστα δισσοῦ κινδύνου. Τὴν δ' ὕβριν οὐκ ἔνεστιν εὐπετῶς φέρειν, Ἀεὶ παροῦσαν ἡμέραν μηκιστάτην. 1247 Ταῦθ' ὅστις οὐκ ἐπίστατ', οὐδ' ἡμῶν πέλας. Ἓν ἔργον αὐτοῖς, αἱ καθ' ἡμῶν διπλόαι Στήτωσαν εἰς ἕν. Εἰ μὲν ἐξέστην θρόνων, Τούτου τί μεῖζον; εἰ δ' ἀπεῤῥίφην ἄκων, Οἱ ταῦτα τολμήσαντες οἵων ἄξιοι; Νῦν ἐνθρονίζομ', αὔριον δ' ἀπόθρονος. Ἄρ' ἄν τις εὕροι τοῦδε καὶ ψευδῆ λόγον; Χριστὲ, φράσαι τολμῶ τι τῶν ἐν καρδίᾳ. Ἀγῶσι βασκαίνουσι καὶ λίθοις ἐμοῖς· Ἴσως τὸ Πνεῦμα βάλλεται, φέρω σαφῶς, Τὸ Πνεῦμ' (ἀκούσαθ'), ὡς Θεὸς, πάλιν λέγω. Ἐμοὶ Θεὸς σὺ, καὶ τρίτον βοῶ, Θεὸς Τοῦτ' ἔστι, Βάλλετ', εὐστοχεῖτε τοῖς λίθοις. 1248 Ἕστηκ' ἄτρεπτος τῆς ἀληθείας σκοπὸς, Ῥοῖζον λόγων τε καὶ βελῶν διαπτύων. Πατὴρ μὲν ἡμῖν ῥίζα καὶ πηγὴ καλῶν· Ἐκ τοῦδε φῶς γεννητὸν, Υἱὸς καὶ Λόγος, Σφράγισμ' ἀνάρχου· Πνεῦμά τ' ἄχρονος φύσις· Θεὸς, Θεός μου, καὶ Θεὸς, τρισσὴ μονάς. Οὐκ ἔστιν ὅς με ταῦτα κωλύσει λέγειν. Ἴστω Τριάς μου· καιρὸς οὐ τρέψει λόγον. Σείοιτο πάντα· μὴ τρέποιτ' ἐμοὶ Θεός. Ἴσον γὰρ ἕν τι, καὶ τὸ πᾶν ἀτιμάσαι. Φωνὴν ἔχω, πόλεις σὺ καὶ λαμπροὺς θρόνους. Ἵστημι γλῶσσαν· (ὢ καλῆς τυραννίδος!) Λάμποιμι λύχνος λυχνίας ὑπερτεθείς. 1249 Ὅλην καταστράπτοιμι τὴν οἰκουμένην. Νῦν ταῦτα· μικρὸν ὕστερον καινοὶ θρόνοι, Πρώτων τε δευτέρων τε τάξις ἔννομος. Ἢ δεινὸν ἦν ἂν ἡ τῇδε δυσπραξία, Μὴ τοῦ Θεοῦ στρέφοντος ὕστερον κύβους. Ἀπαξιῶ τοῖς τῇδε προσκεῖσθαι καλοῖς, Σπένδῃ σὺ κόσμῳ τῷδε, τῷ Θεῷ δ' ἐγὼ, Ἵν' εὐκόλως φέροιμι τὰς ἀηδίας. Νὺξ πάντα κρύπτει, ἡμέρα φωτίζεται. Ἦ πόλλ'