1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

26

Λύσσαν ἐπιψύξας, οὐ χέρα μαινομένην Πᾶσιν ἐπ' ἀλλοτρίοισι, λόγου δεσμοῖσι πεδήσας, Οὐ ψευδῆ κραδίης δόξαν ἀποσκεδάσας, Οὐ τύφον οἰδαίνοντα διδάγμασιν ἐς χθόνα ῥίψας Οὐ πηγαῖς δακρύων δάκρυον ἐκκαλέσας, Ἀλλ' ἓν φάρμακον αἰνὸν ἔχων, θηρήτορα τιμῆς Θυμὸν, καὶ θανάτου φάρμακον ἀτρεκέως. Οὐδέ τί που συνόδοισιν ὁμόθρονος ἕσσομ' ἔγωγε Χηνῶν ἢ γεράνων ἄκριτα μαρναμένων· Ἔνθ' ἔρις, ἔνθα μόθος τε καὶ αἴσχεα κρυπτὰ πάροιθεν Εἰς ἕνα δυσμενέων χῶρον ἀγειρόμενα. Τῶνδε γὰρ εἵνεκ' ἔγωγε μέσος χθαμαλοῖσι κάθημαι Ἰητρὸς παθέων, αὐτὸς ἄνουσος ἐών. 1269 Οὐ γὰρ ἐμῆς πολιῆς παίζειν, καὶ λάτριν ἀεικῶς Ἔμμεναι ἀντὶ θρόνων, ὧν πέρι μαρνάμενοι Σχίζονται, καὶ κόσμον ὅλον τέμνουσιν ἀθέσμως. Αἲ αἲ τῶν μεγάλων ἡμετέρων ἀχέων! Ταῦτα μὲν, οἷσι φίλον, καὶ κερκώπων κράτος εἴη· Αὐτὰρ ἐγὼ Χριστοῦ πλήσομαι ἀτρεμέων. Εἰ δὲ κακὸν λαοῖο θεόφρονος ἡνία ῥῖψαι, Ἴστωσαν κεφαλαὶ τῶν ἀποσεισαμένων, Ὄφρα κεν, ὡς θοὸν ἵππον, ἀποπτυστῆρα χαλινῶν, Θυμὸς ἄγοι κρημνοῖς, ἢ σκοπέλοισι φέρων. Εὔχομαι, ὥς κεν ἅπαντα Θεῷ φίλα τοῖσδε μεμήλοι, Εἰ δὲ χερειότερα, τηλόθεν οὔατ' ἔχειν. 1270

ΙΗʹ. Πρὸς τοὺς φθονοῦντας. Ἐξ οὗ Θεῷ προσῆλθον ἐκλιπὼν βίον, Πολλαῖς

στροβοῦμαι καὶ κακαῖς τρικυμίαις· Ἀντιπνέει γὰρ ὁ φθόνος, πόῤῥω Θεοῦ Βαλεῖν θέλων με, καὶ λαβεῖν ὁμόσκοτον. Πόθεν φίλοι μοι δυσμενεῖς, καλοὶ κακοί; Ἕν εἰσι πάντες ἐξ ἴσου δρῶντες κακῶς· Πόθεν λόγον τοσοῦτον ἔκδημον φέρων Πόλει τοσαύτῃ, καὶ τί πλεῖον κερδάνας, Ἣν οἶδα πρώτην τῶν ἀφ' ἡλίου βολῶν, Ὤσθην νόσῳ τε καὶ κακοῖς παραστάταις; Πύρωσις, οἶμαι, τοῦτο, καὶ στέργω· μόνον ∆όξης τύχοιμι, Χριστὲ, σῆς τῆς ἀφθόνου. 1271

ΙΘʹ. Σχετλιαστικὸν ὑπὲρ τῶν αὐτοῦ παθῶν. Πολλάκι Χριστὸν ἄνακτα κακοῖς

μογέων μεγάλοισιν Ὠνοσάμην· καὶ γάρ τις ἄναξ θεράποντος ἔνεικε ∆ούλιον ἐν στομάτεσσι λαλεύμενον ἠρέμα τρυσμὸν, Ὡς δὲ πατὴρ ἀγαθὸς καὶ ἄφρονος υἷος ἑοῖο Πολλάκις ἀμφαδίων ἐπέων θράσος ἦχ' ὑπέδεκτο, Τοὔνεκα καὶ σὺ λόγοισιν ἐμοῖς, Θεὸς, ἵλαος εἴης, Οὕς τοι ἀκηχεμένη κραδίη, ἀγανώτατε, πέμψει. Βαιὸν ἄκος παθέεσσιν ἐρευγομένη φρενὸς ὠδίς. Χριστὲ ἄναξ, τί τόσοις με κακοῖς διέπερσας ἄνωθεν, Ἐξότε μητρὸς ὄλισθον ἐμῆς ἐπὶ μητέρα γαῖαν; Εἰ μὴ καὶ λαγόνεσσιν ἐνὶ σκοτίῃσι πέδησας, 1272 Τίπτε τόσοις ἀχέεσσι, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν. Ἐχθροῖσίν τε φίλοις τε καὶ ἡγεμόνεσσι κακίστοις, Ξείνοις, ἡμεδαποῖς τε καὶ ἀμφαδὸν, ἢ λοχόωσι, Μύθοις τ' ἀντιθέτοις, καὶ λαϊνέαις νιφάδεσσι Βέβλημαι; τίς ἅπαντα διακριδὸν ἐξαγορεύσει; Μοῦνος ἐγὼ πάντεσσιν ἀοίδιμος, οὐδ' ἐπὶ μύθοις, Οὔτ' ἐπὶ κάρτεϊ χειρὸς ἔχων περιώσιον ἄλλων, Ἄλγεα δὲ στοναχάς τε περισταδὸν, ὥστε λέοντα Πάντοθεν ἀμφυλάουσι κακοὶ κύνες, οἰκτρὸν ἄεισμα, Ἀντολίῃ τε δύσει τε. Τάχ' ἄν ποτε καὶ τὸ γένοιτο, Ἤ τις ἀνὴρ θαλίῃσι λύων φρένα, ἤ τις ὁδίτης, Ἤ τις ἐϋκρέκτῳ κιθάρῃ ἐπὶ δάκτυλα βάλλων, Φθόγγοις οὐ λαλέουσιν, ἐμῶν ἀχέων ὀαριστὴς, 1273 Γρηγορίου μνήσαιτο, τὸν ἔτρεφε Καππαδόκεσσιν Ἡ ∆ιοκαισαρέων ὀλίγη πτόλις. Ἀλλ' ἐπίμοχθον Ἄλλοις πλοῦτον ὄπασσας ἀπείριτον· υἱέας ἄλλοις Ἐσθλούς· κάλλιμος ἄλλος, ὁ δ' ἄλκιμος, ὃς δ' ἀγορητής. Αὐτὰρ ἐμοὶ κλέος ἐστὶν ἐπ' ἄλγεσιν· εἰς δέ με πάντας Σῆς γλυκερῆς παλάμης πικροὺς ἐκένωσας ὀϊστούς. Ἄλλος Ἰὼβ νέος εἰμί· τὸ δ' αἴτιον οὐκέθ' ὁμοῖον. Οὐ γὰρ ἀεθλεύσοντά μ' ἄγεις, μάκαρ, ὥς τιν' ἄριστον Ἀντίον ἀθλητῆρος ἀπήνεος, ἀλκὶ πεποιθὼς, Ὥς κεν ἀριστεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς. Οὔπω τόσσος ἔγωγ', οὐδ' ἄλγεσι κῦδος ἔπεστι. 1274 Ποινὴν δ' ἀμπλακίης τίνω τάδε. Τίς δέ θ' ἁμαρτὰς ∆ίζημ' ἐν πλεόνεσσιν, ὅ σοι πλέον ἄχθεται ἄλλων. Ἐξερέω πάντεσσιν, ὅ μοι νόος ἐντὸς ἔεργε· Ἦ τάχα κεν δρύψειεν ἁμαρτάδα μῦθος ἄναυδος. Ὠϊόμην, ὅτε δή σε φίλον λάχος οἶον ἐδέγμην, Πάντ' ἄμυδις βιότοιο