1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

33

μαλακὸν κρούετ' ἀπὸ προτέρων. 1313 Μέλπω δ' ὑψιμέδοντα Θεὸν μέγαν, ἠδὲ φαεινῆς Εἰς ἓν ἀγειρομένης λάμψιν ἐμῆς Τριάδος, Ἀγγελικῶν τε χορῶν μεγάλους ἐριηχέας ὕμνους Πλησίον ἑσταότων, ἐξ ὀπὸς ἀντιθέτου Κόσμου θ' ἁρμονίην, καὶ κρείσσονα τῆς παρεούσης, Ἣν δοκέω, πάντων εἰς ἓν ἐπειγομένων Καὶ Χριστοῦ παθέων κλέος ἄφθιτον, οἷς μ' ἐθέωσεν, Ἀνδρομέην μορφὴν οὐρανίῃ κεράσας. Μέλπω μίξιν ἐμήν. Οὐ γὰρ φατὸν ἔργον ἐτύχθην Ἔργον, ὅπως πλέχθην θνητὸς ἐπουρανίοις. Μέλπω δ' ἀνθρώποισι Θεοῦ νόμον, ὅσσα τε κόσμου Ἔργματα, καὶ βουλὰς, καὶ τέλος ἀμφοτέρων· Ὄφρα τὰ μὲν κεύθῃς σῇσι φρεσὶ, τῶν δ' ἀπὸ τῆλε Φεύγῃς, καὶ τρομέῃς ἦμαρ ἐπερχόμενον. Τόσσων γλῶσσαν ἔχω, κιθάρην· φράζεσθ', ἱερῆες, 1314 Μή τι παρακρέξῃ ἔκτροπον ἁρμονίης. Γλῶσσαν καὶ θυέεσσιν ἁγνὴν ἁγνοῖσι φυλάξω, Οἷσιν Ἄνακτα μέγαν εἰς ἓν ἄγω χθονίοις. Οὐ γὰρ ἀπ' ἀλλοτρίης γλώσσης, χραντοῦ τε νόοιο Πέμψω τῷ καθαρῷ ζωοφόρον θυσίην. Εἷς πόρος οὐ γλυκερόν τε ῥόον καὶ πικρὸν ἀνήσει, Εἵματι πορφυρέῳ βόρβορος ἀλλότριον. Καὶ πῦρ ξεῖνον ὄλεσσε θυηπόλου ἐν προτέροισι Παῖδας, μὴ καθαρῶς ἁπτομένους θυσίης. Τὴν δ' ἱερήν ποτ', ἄκουσα, Θεοῦ μεγάλοιο κιβωτὸν, Ὡς καὶ κλινομένη κτεῖνε τὸν ἁψάμενον. Ταῦτ' αἰνῶς τρομέω, καὶ δείδια, μή τι πάθοιμι, Μὴ καθαρῶς καθαρῆς ἁπτόμενος Τριάδος. Αἴθε δὲ καὶ νόον ἦεν ἀτάσθαλον, ἀστατέοντα Τῇ καὶ τῇ, πολλοῖς οἴμασι μαψιδίοις 1315 Κάμπτειν τέρματος ἆσσον, ἐπὶ στρεπτῆρι χαλινῷ, Ἢ πάμπαν κατέχειν ἄκλοπον ἐν κραδίῃ Μᾶλλόν κε Χριστοῖο μεγακλέος ἆσσον ἐλαύνων, Λάμπετο μαρμαρυγαῖς τοῦ μεγάλοιο φάους! Νῦν δ' ὁ μὲν οὔτι τόσον τελέει κακὸν ἔνδοθι μίμνων, Κἂν ἀπὸ τῆλε Θεοῦ τυτθὸν ὁδοιπλανέῃ. Οὐδὲ γὰρ εἰ πέτρῃσιν ἐεργομένη στεγανῆσιν, Ἔνδοθι καχλάζοι φλὸξ πυρὸς, ἠὲ ῥόος, Ἢ λόχμην πυκινὴν δηλήσατο, ἤ τιν' ἁλωήν· Ζώει δ' ἡμιθανὴς ἔνδοθι κευθομένη. Μῦθος δ' αὖ γλώσσης πολυηχέος εὖτ' ἀπορούσῃ, Ἄσχετα μαργαίνει μηκέτ' ἀνατροχάων. Ὡς δ' ὅτε τις λοξοῖο φυὴν πτόρθου παλάμῃσιν Ἦκα μετακλίνων ἔμπαλι γῦρον ἄγει, 1316 Αὐτὰρ ὅγ' ὥς μιν ἔλειπε, βίῃ χερὸς ὄρθιος ἔστη, Μηκέτ' ἐπὶ προτέρην κλινόμενος κακίην· Ὣς καὶ ἐγὼ μύθοιο μὲν εὐτροχάλοιο ἐρωὴν ∆ερκόμενος στάθμης ἔκτοθι καὶ κανόνος (Καὶ γάρ μοι βίος ἦεν, ὅτ' ἦν λόγος), εὗρον ἄριστον Φάρμακον· ἔσχον ὅλον ὑψινόῳ κραδίῃ, ὥς κε μάθῃ τά τε φαντὰ, τά τ' οὐ φατὰ γλῶσσα φυλάσσειν· ∆έξαθ' ὅλην σιγὴν, δέξεται εὐεπίν. Τοῦ παντός μιν ἄμερσα· τὸ μέτριον οὐκέτ' ἀτίσει. Οὗτος ἀεὶ κείσθω τοῖς ἀμέτροισι νόμος. Ἦ μέγα καὶ τόδ' ὄνειαρ, ὅτ' ὠδίνοντα κατίσχῃς Μῦθον, κρουομένης ἔκτοθι σῆς κραδίης. Μύθῳ δαμναμένῳ συνδάμναται οἶδμα χόλοιο· Οὐ μὲν ῥηϊδίως, ἔμπα γε μὴν δαμάσεις. 1317 Ἢν γάρ σφ' οἰδαλέον τε καὶ ἄγρια μαργαίνοντα Ἄγχῃς ἀσχαλόων, ὕβριν ἀποσκεδάσεις. Ἡγεμόνος φθιμένοιο, φάλαγξ παθέων ὑπόειξεν· Ὧδ' ἂν ἀναπνεύσαις ἀργαλέοιο σάλου. Πάντα τάδ' ἡγεσίης Χριστοῦ μεγάλοιο ἄνακτος, Αὐτὰρ ἔπειτα νόου οἴακος ἡμετέρου. Εἰ γὰρ μὴ τὸν ἔχεις ἰθύντορα, οὔτε τι σιγῆς, Οὔτε τι καρτερίης μείζονος ἔστ' ὄφελος· Καὶ λίμνης στόμα λεπτὸν, ἐπὴν παλάμῃσιν ἔρυξας, Αὖθις ἀποῤῥήξεις, ἀθρόον ἐκπρορέσει. Ἀλλὰ λόγος κέλεταί σε φαάντατος, ἔνθεν, ἄριστε, Ἀρξάμενον, πάντων οἶδμα κακῶν κατέχειν. Ταῦτά τοι ἡμετέρης μελεδήματα, φίλτατε, σιγῆς· Ἐκ παλάμης λαλέω, νοῦν ὑποδεξαμένης. 1318 Οὗτος ἐμὸς πλόος ἐστί· σὺ δ' ἐς πλόον ἄλλον ἔπειγε. Ἄλλος ἀπ' ἀλλοίου πνεύματος ὅρμον ἔχοι. Εἰ δ' ἄγε, καὶ λόγον ἄλλον ἐμῆς ἀΐοιτε σιωπῆς, Ὅστις ἀπεχθαίρων, ὅς τε φίλα φρονέων. Ἦν ὅτε κάρτος ἔχεσκον ἐν ἠϊθέοισι μέγιστον, Καί με Χριστὸς ἄναξ ἦγεν ἐπ' ἀντιπάλῳ, Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ πίστιν ἔχοντα, Τεύχεσί τε κρατεροῖς πάντοθε φραξάμενον. Θείοις μὲν λογίοισιν ἐμὸν νόον ἁγνὸν ἔτευξα, Γράμματος ἐξ ἱεροῦ Πνεῦμ' ἀναμαξάμενος, Οἷς βίβλων τοπάροιθε πικρὴν ἐξέπτυον ἅλμην, Κάλλος ἐπιπλάστοις χρώμασι λαμπόμενον. Σάρκα δ' ἐμὴν ζείουσαν, ἐπεὶ νεότητι τεθήλοι, Πολλοῖς καὶ πυκνοῖς ἔξεον ἐν